3.136 ἐνθαῦτα δὲ ἐκ ῥηστώνης τῆς Δημοκήδεος Ἀριστοφιλίδης τῶν Ταραντίνων βασιλεὺς τοῦτο μὲν τὰ πηδάλια παρέλυσε τῶν Μηδικέων νεῶν , τοῦτο δὲ αὐτοὺς τοὺς Πέρσας εἶρξε ὡς κατασκόπους δῆθεν ἐόντας . ἐν δὲ οὗτοι ταῦτα ἔπασχον , Δημοκήδης ἐς τὴν Κρότωνα ἀπικνέεται · ἀπιγμένου δὲ ἤδη τούτου ἐς τὴν ἑωυτοῦ Ἀριστοφιλίδης ἔλυσε τοὺς Πέρσας , καὶ τὰ παρέλαβε τῶν νεῶν ἀπέδωκέ σφι .
3.137 πλέοντες δὲ ἐνθεῦτεν οἱ Πέρσαι καὶ διώκοντες Δημοκήδεα ἀπικνέονται ἐς τὴν Κρότωνα , εὑρόντες δέ μιν ἀγοράζοντα ἅπτοντο αὐτοῦ . τῶν δὲ Κροτωνιητέων οἳ μὲν καταρρωδέοντες τὰ Περσικὰ πρήγματα προϊέναι ἕτοιμοι ἦσαν , οἳ δὲ ἀντάπτοντο καὶ τοῖσι σκυτάλοισι ἔπαιον τοὺς Πέρσας προϊσχομένους ἔπεα τάδε . ʹ ἄνδρες Κροτωνιῆται , ὁρᾶτε τὰ ποιέετε · ἄνδρα βασιλέος δρηπέτην γενόμενον ἐξαιρέεσθε . κῶς ταῦτα βασιλέι Δαρείῳ ἐκχρήσει περιυβρίσθαι ; κῶς δὲ ὑμῖν τὰ ποιεύμενα ἕξει καλῶς , ἢν ἀπέλησθε ἡμέας ; ἐπὶ τίνα δὲ τῆσδε προτέρην στρατευσόμεθα πόλιν ; τίνα δὲ προτέρην ἀνδραποδίζεσθαι περιησόμεθα ; ʹ ταῦτα λέγοντες τοὺς Κροτωνιήτας οὔκων ἔπειθον , ἀλλ’ ἐξαιρεθέντες τε τὸν Δημοκήδεα καὶ τὸν γαῦλον τὸν ἅμα ἤγοντο ἀπαιρεθέντες ἀπέπλεον ὀπίσω ἐς τὴν Ἀσίην , οὐδ’ ἔτι ἐζήτησαν τὸ προσωτέρω τῆς Ἑλλάδος ἀπικόμενοι ἐκμαθεῖν , ἐστερημένοι τοῦ ἡγεμόνος .