3.134 μὲν δὴ ταῦτα ἐκ διδαχῆς ἔλεγε , δ’ ἀμείβετο τοῖσιδε . ʹ γύναι , πάντα ὅσα περ αὐτὸς ἐπινοέω ποιήσειν εἴρηκας · ἐγὼ γὰρ βεβούλευμαι ζεύξας γέφυραν ἐκ τῆσδε τῆς ἠπείρου ἐς τὴν ἑτέρην ἤπειρον ἐπὶ Σκύθας στρατεύεσθαι · καὶ ταῦτα ὀλίγου χρόνου ἔσται τελεύμενα . ʹ λέγει Ἄτοσσα τάδε . ʹ ὅρα νυν , ἐπὶ Σκύθας μὲν τὴν πρώτην ἰέναι ἔασον · οὗτοι γάρ , ἐπεὰν σὺ βούλῃ , ἔσονταί τοι · σὺ δέ μοι ἐπὶ τὴν Ἑλλάδα στρατεύεσθαι . ἐπιθυμέω γὰρ λόγῳ πυνθανομένη Λακαίνας τέ μοι γενέσθαι θεραπαίνας καὶ Ἀργείας καὶ Ἀττικὰς καὶ Κορινθίας . ἔχεις δὲ ἄνδρα ἐπιτηδεότατον ἀνδρῶν πάντων δέξαι τε ἕκαστα τῆς Ἑλλάδος καὶ κατηγήσασθαι , τοῦτον ὅς σευ τὸν πόδα ἐξιήσατο . ʹ ἀμείβεται Δαρεῖος ʹ γύναι , ἐπεὶ τοίνυν τοι δοκέει τῆς Ἑλλάδος ἡμέας πρῶτα ἀποπειρᾶσθαι , κατασκόπους μοι δοκέει Περσέων πρῶτον ἄμεινον εἶναι ὁμοῦ τούτῳ τῷ σὺ λέγεις πέμψαι ἐς αὐτούς , οἳ μαθόντες καὶ ἰδόντες ἐξαγγελέουσι ἕκαστα αὐτῶν ἡμῖν · καὶ ἔπειτα ἐξεπιστάμενος ἐπ’ αὐτοὺς τρέψομαι . ʹ
3.135 ταῦτα εἶπε καὶ ἅμα ἔπος τε καὶ ἔργον ἐποίεε . ἐπείτε γὰρ τάχιστα ἡμέρη ἐπέλαμψε , καλέσας Περσέων ἄνδρας δοκίμους πεντεκαίδεκα ἐνετέλλετό σφι ἑπομένους Δημοκήδεϊ διεξελθεῖν τὰ παραθαλάσσια τῆς Ἑλλάδος , ὅκως τε μὴ διαδρήσεται σφέας Δημοκήδης , ἀλλά μιν πάντως ὀπίσω ἀπάξουσι .