3.133 ἐν χρόνῳ δὲ ὀλίγῳ μετὰ ταῦτα τάδε ἄλλα συνήνεικε γενέσθαι . Ἀτόσσῃ τῇ Κύρου μὲν θυγατρὶ Δαρείου δὲ γυναικὶ ἐπὶ τοῦ μαστοῦ ἔφυ φῦμα , μετὰ δὲ ἐκραγὲν ἐνέμετο πρόσω . ὅσον μὲν δὴ χρόνον ἦν ἔλασσον , δὲ κρύπτουσα καὶ αἰσχυνομένη ἔφραζε οὐδενί · ἐπείτε δὲ ἐν κακῷ ἦν , μετεπέμψατο τὸν Δημοκήδεα καί οἱ ἐπέδεξε . δὲ φὰς ὑγιέα ποιήσειν ἐξορκοῖ μιν μέν οἱ ἀντυπουργήσειν ἐκείνην τοῦτο τὸ ἂν αὐτῆς δεηθῇ · δεήσεσθαι δὲ οὐδενὸς τῶν ὅσα ἐς αἰσχύνην ἐστὶ φέροντα .
3.134 ὡς δὲ ἄρα μιν μετὰ ταῦτα ἰώμενος ὑγιέα ἀπέδεξε , ἐνθαῦτα δὴ διδαχθεῖσα ὑπὸ τοῦ Δημοκήδεος Ἄτοσσα προσέφερε ἐν τῇ κοίτῃ Δαρείῳ λόγον τοιόνδε . ʹ βασιλεῦ , ἔχων δύναμιν τοσαύτην κάτησαι , οὔτε τι ἔθνος προσκτώμενος οὔτε δύναμιν Πέρσῃσι . οἰκὸς δὲ ἐστὶ ἄνδρα καὶ νέον καὶ χρημάτων μεγάλων δεσπότην φαίνεσθαί τι ἀποδεικνύμενον , ἵνα καὶ Πέρσαι ἐκμάθωσι ὅτι ὑπ’ ἀνδρὸς ἄρχονται . ἐπ’ ἀμφότερα δέ τοι συμφέρει ταῦτα ποιέειν , καὶ ἵνα σφέων Πέρσαι ἐπίστωνται ἄνδρα εἶναι τὸν προεστεῶτα , καὶ ἵνα τρίβωνται πολέμῳ μηδὲ σχολὴν ἄγοντες ἐπιβουλεύωσί τοι . νῦν γὰρ ἄν τι καὶ ἀποδέξαιο ἔργον , ἕως νέος εἶς ἡλικίην · αὐξομένῳ γὰρ τῷ σώματι συναύξονται καὶ αἱ φρένες , γηράσκοντι δὲ συγγηράσκουσι καὶ ἐς τὰ πρήγματα πάντα ἀπαμβλύνονται . ʹ