3.130 ὑποτύπτουσα δὲ αὐτέων ἑκάστη φιάλῃ τοῦ χρυσοῦ ἐς θήκην ἐδωρέετο Δημοκήδεα οὕτω δή τι δαψιλέι δωρεῇ ὡς τοὺς ἀποπίπτοντας ἀπὸ τῶν φιαλέων στατῆρας ἑπόμενος οἰκέτης , τῷ οὔνομα ἦν Σκίτων , ἀνελέγετο καί οἱ χρῆμα πολλόν τι χρυσοῦ συνελέχθη .
3.131 δὲ Δημοκήδης οὗτος ὧδε ἐκ Κρότωνος ἀπιγμένος Πολυκράτεϊ ὡμίλησε · πατρὶ συνείχετο ἐν τῇ Κρότωνι ὀργὴν χαλεπῷ · τοῦτον ἐπείτε οὐκ ἐδύνατο φέρειν , ἀπολιπὼν οἴχετο ἐς Αἴγιναν . καταστὰς δὲ ἐς ταύτην πρώτῳ ἔτεϊ ὑπερεβάλετο τοὺς ἄλλους ἰητρούς , ἀσκευής περ ἐὼν καὶ ἔχων οὐδὲν τῶν ὅσα περὶ τὴν τέχνην ἐστὶ ἐργαλήια . καί μιν δευτέρῳ ἔτεϊ ταλάντου Αἰγινῆται δημοσίῃ μισθοῦνται , τρίτῳ δὲ ἔτεϊ Ἀθηναῖοι ἑκατὸν μνέων , τετάρτῳ δὲ ἔτεϊ Πολυκράτης δυῶν ταλάντων . οὕτω μὲν ἀπίκετο ἐς τὴν Σάμον , καὶ ἀπὸ τούτου τοῦ ἀνδρὸς οὐκ ἥκιστα Κροτωνιῆται ἰητροὶ εὐδοκίμησαν . ἐγένετο γὰρ ὦν τοῦτο ὅτε πρῶτοι μὲν Κροτωνιῆται ἰητροὶ ἐλέγοντο ἀνὰ τὴν Ἑλλάδα εἶναι , δεύτεροι δὲ Κυρηναῖοι . κατὰ τὸν αὐτὸν δὲ τοῦτον χρόνον καὶ Ἀργεῖοι ἤκουον μουσικὴν εἶναι Ἑλλήνων πρῶτοι .
3.132 τότε δὴ Δημοκήδης ἐν τοῖσι Σούσοισι ἐξιησάμενος Δαρεῖον οἶκόν τε μέγιστον εἶχε καὶ ὁμοτράπεζος βασιλέι ἐγεγόνεε , πλήν τε ἑνὸς τοῦ ἐς Ἕλληνας ἀπιέναι πάντα τἆλλά οἱ παρῆν . καὶ τοῦτο μὲν τοὺς Αἰγυπτίους ἰητρούς , οἳ βασιλέα πρότερον ἰῶντο , μέλλοντας ἀνασκολοπιεῖσθαι ὅτι ὑπὸ Ἕλληνος ἰητροῦ ἑσσώθησαν , τούτους βασιλέα παραιτησάμενος ἐρρύσατο · τοῦτο δὲ μάντιν Ἠλεῖον Πολυκράτεϊ ἐπισπόμενον καὶ ἀπημελημένον ἐν τοῖσι ἀνδραπόδοισι ἐρρύσατο . ἦν δὲ μέγιστον πρῆγμα Δημοκήδης παρὰ βασιλέι .