3.129 ἐπ’ ἑπτὰ μὲν δὴ ἡμέρας καὶ ἑπτὰ νύκτας ὑπὸ τοῦ παρεόντος κακοῦ Δαρεῖος ἀγρυπνίῃσι εἴχετο · τῇ δὲ δὴ ὀγδόῃ ἡμέρῃ ἔχοντί οἱ φλαύρως , παρακούσας τις πρότερον ἔτι ἐν Σάρδισι τοῦ Κροτωνιήτεω Δημοκήδεος τὴν τέχνην ἀγγέλλει τῷ Δαρείῳ · δὲ ἄγειν μιν τὴν ταχίστην παρ’ ἑωυτὸν ἐκέλευσε · τὸν δὲ ὡς ἐξεῦρον ἐν τοῖσι Ὀροίτεω ἀνδραπόδοισι ὅκου δὴ ἀπημελημένον , παρῆγον ἐς μέσον πέδας τε ἕλκοντα καὶ ῥάκεσι ἐσθημένον .
3.130 σταθέντα δὲ ἐς μέσον εἰρώτα Δαρεῖος τὴν τέχνην εἰ ἐπίσταιτο · δὲ οὐκ ὑπεδέκετο , ἀρρωδέων μὴ ἑωυτὸν ἐκφήνας τὸ παράπαν τῆς Ἑλλάδος ἀπεστερημένος · κατεφάνη τε τῷ Δαρείῳ τεχνάζειν ἐπιστάμενος , καὶ τοὺς ἀγαγόντας αὐτὸν ἐκέλευσε μάστιγάς τε καὶ κέντρα παραφέρειν ἐς τὸ μέσον . δὲ ἐνθαῦτα δὴ ὦν ἐκφαίνει , φὰς ἀτρεκέως μὲν οὐκ ἐπίστασθαι , ὁμιλήσας δὲ ἰητρῷ φλαύρως ἔχειν τὴν τέχνην . μετὰ δέ , ὥς οἱ ἐπέτρεψε , Ἑλληνικοῖσι ἰήμασι χρεώμενος καὶ ἤπια μετὰ τὰ ἰσχυρὰ προσάγων ὕπνου τέ μιν λαγχάνειν ἐποίεε καὶ ἐν χρόνῳ ὀλίγῳ ὑγιέα μιν ἀπέδεξε , οὐδαμὰ ἔτι ἐλπίζοντα ἀρτίπουν ἔσεσθαι . δωρέεται δή μιν μετὰ ταῦτα Δαρεῖος πεδέων χρυσέων δύο ζεύγεσι · δέ μιν ἐπείρετο εἴ οἱ διπλήσιον τὸ κακὸν ἐπίτηδες νέμει , ὅτι μιν ὑγιέα ἐποίησε . ἡσθεὶς δὲ τῷ ἔπεϊ Δαρεῖος ἀποπέμπει μιν παρὰ τὰς ἑωυτοῦ γυναῖκας · παράγοντες δὲ οἱ εὐνοῦχοι ἔλεγον πρὸς τὰς γυναῖκας ὡς βασιλέι οὗτος εἴη ὃς τὴν ψυχὴν ἀπέδωκε .