3.128 ἀπικόμενος δὲ καὶ Ὀροίτεω ἐς ὄψιν ἐλθών , τῶν βυβλίων ἓν ἕκαστον περιαιρεόμενος ἐδίδου τῷ γραμματιστῇ τῷ βασιληίῳ ἐπιλέγεσθαι · γραμματιστὰς δὲ βασιληίους οἱ πάντες ὕπαρχοι ἔχουσι · ἀποπειρώμενος δὲ τῶν δορυφόρων ἐδίδου τὰ βυβλία Βαγαῖος , εἰ ἐνδεξαίατο ἀπόστασιν ἀπὸ Ὀροίτεω . ὁρέων δὲ σφέας τά τε βυβλία σεβομένους μεγάλως καὶ τὰ λεγόμενα ἐκ τῶν βυβλίων ἔτι μεζόνως , διδοῖ ἄλλο ἐν τῷ ἐνῆν ἔπεα τάδε · ʹ Πέρσαι , βασιλεὺς Δαρεῖος ἀπαγορεύει ὑμῖν μὴ δορυφορέειν Ὀροίτεα . ʹ οἳ δὲ ἀκούσαντες τούτων μετῆκάν οἱ τὰς αἰχμάς . ἰδὼν δὲ τοῦτο σφέας Βαγαῖος πειθομένους τῷ βυβλίῳ , ἐνθαῦτα δὴ θαρσήσας τὸ τελευταῖον τῶν βυβλίων διδοῖ τῷ γραμματιστῇ , ἐν τῷ ἐγέγραπτο ʹ βασιλεὺς Δαρεῖος Πέρσῃσι τοῖσι ἐν Σάρδισι ἐντέλλεται κτείνειν Ὀροίτεα . ʹ οἱ δὲ δορυφόροι ὡς ἤκουσαν ταῦτα , σπασάμενοι τοὺς ἀκινάκας κτείνουσι παραυτίκα μιν , οὕτω δὴ Ὀροίτεα τὸν Πέρσην Πολυκράτεος τοῦ Σαμίου τίσιες μετῆλθον .
3.129 ἀπικομένων δὲ καὶ ἀνακομισθέντων τῶν Ὀροίτεω χρημάτων ἐς τὰ Σοῦσα , συνήνεικε χρόνῳ οὐ πολλῷ ὕστερον βασιλέα Δαρεῖον ἐν ἄγρῃ θηρῶν ἀποθρώσκοντα ἀπ’ ἵππου στραφῆναι τὸν πόδα . καί κως ἰσχυροτέρως ἐστράφη · γάρ οἱ ἀστράγαλος ἐξεχώρησε ἐκ τῶν ἄρθρων . νομίζων δὲ καὶ πρότερον περὶ ἑωυτὸν ἔχειν Αἰγυπτίων τοὺς δοκέοντας εἶναι πρώτους τὴν ἰητρικήν , τούτοισι ἐχρᾶτο . οἳ δὲ στρεβλοῦντες καὶ βιώμενοι τὸν πόδα κακὸν μέζον ἐργάζοντο .