3.127 Δαρεῖος δὲ ὡς ἔσχε τὴν ἀρχήν , ἐπεθύμεε τὸν Ὀροίτεα τίσασθαι πάντων τῶν ἀδικημάτων εἵνεκεν καὶ μάλιστα Μιτροβάτεω καὶ τοῦ παιδός . ἐκ μὲν δὴ τῆς ἰθέης στρατὸν ἐπ’ αὐτὸν οὐκ ἐδόκεε πέμπειν ἅτε οἰδεόντων ἔτι τῶν πρηγμάτων , καὶ νεωστὶ ἔχων τὴν ἀρχὴν καὶ τὸν Ὀροίτεα μεγάλην τὴν ἰσχὺν πυνθανόμενος ἔχειν · τὸν χίλιοι μὲν Περσέων ἐδορυφόρεον , εἶχε δὲ νομὸν τόν τε Φρύγιον καὶ Λύδιον καὶ Ἰωνικόν . πρὸς ταῦτα δὴ ὦν Δαρεῖος τάδε ἐμηχανήσατο . συγκαλέσας Περσέων τοὺς δοκιμωτάτους ἔλεγέ σφι τάδε . ʹ Πέρσαι , τίς ἄν μοι τοῦτο ὑμέων ὑποστὰς ἐπιτελέσειε σοφίῃ καὶ μὴ βίῃ τε καὶ ὁμίλῳ ; ἔνθα γὰρ σοφίης δέει , βίης ἔργον οὐδέν · ὑμέων δὲ ὦν τίς μοι Ὀροίτεα ζώοντα ἀγάγοι ἀποκτείνειε ; ὃς ὠφέλησε μέν κω Πέρσας οὐδέν , κακὰ δὲ μεγάλα ἔοργε · τοῦτο μὲν δύο ἡμέων ἠίστωσε , Μιτροβάτεά τε καὶ τὸν παῖδα αὐτοῦ , τοῦτο δὲ τοὺς ἀνακαλέοντας αὐτὸν καὶ πεμπομένους ὑπ’ ἐμεῦ κτείνει , ὕβριν οὐκ ἀνασχετὸν φαίνων . πρίν τι ὦν μέζον ἐξεργάσασθαί μιν Πέρσας κακόν , καταλαμπτέος ἐστὶ ἡμῖν θανάτῳ . ʹ
3.128 Δαρεῖος μὲν ταῦτα ἐπειρώτα , τῷ δὲ ἄνδρες τριήκοντα ὑπέστησαν , αὐτὸς ἕκαστος ἐθέλων ποιέειν ταῦτα . ἐρίζοντας δὲ Δαρεῖος κατελάμβανε κελεύων πάλλεσθαι · παλλομένων δὲ λαγχάνει ἐκ πάντων Βαγαῖος Ἀρτόντεω · λαχὼν δὲ Βαγαῖος ποιέει τάδε · βυβλία γραψάμενος πολλὰ καὶ περὶ πολλῶν ἔχοντα πρηγμάτων σφρηγῖδά σφι ἐπέβαλε τὴν Δαρείου , μετὰ δὲ ἤιε ἔχων ταῦτα ἐς τὰς Σάρδις .