3.125 ἀπικόμενος δὲ ἐς τὴν Μαγνησίην Πολυκράτης διεφθάρη κακῶς , οὔτε ἑωυτοῦ ἀξίως οὔτε τῶν ἑωυτοῦ φρονημάτων · ὅτι γὰρ μὴ οἱ Συρηκοσίων γενόμενοι τύραννοι οὐδὲ εἷς τῶν ἄλλων Ἑλληνικῶν τυράννων ἄξιος ἐστὶ Πολυκράτεϊ μεγαλοπρεπείην συμβληθῆναι . ἀποκτείνας δέ μιν οὐκ ἀξίως ἀπηγήσιος Ὀροίτης ἀνεσταύρωσε · τῶν δέ οἱ ἑπομένων ὅσοι μὲν ἦσαν Σάμιοι , ἀπῆκε , κελεύων σφέας ἑωυτῷ χάριν εἰδέναι ἐόντας ἐλευθέρους , ὅσοι δὲ ἦσαν ξεῖνοί τε καὶ δοῦλοι τῶν ἑπομένων , ἐν ἀνδραπόδων λόγῳ ποιεύμενος εἶχε . Πολυκράτης δὲ ἀνακρεμάμενος ἐπετέλεε πᾶσαν τὴν ὄψιν τῆς θυγατρός · ἐλοῦτο μὲν γὰρ ὑπὸ τοῦ Διὸς ὅκως ὕοι , ἐχρίετο δὲ ὑπὸ τοῦ ἡλίου , ἀνιεὶς αὐτὸς ἐκ τοῦ σώματος ἰκμάδα .
3.126 Πολυκράτεος μὲν δὴ αἱ πολλαὶ εὐτυχίαι ἐς τοῦτο ἐτελεύτησαν τῇ οἱ Ἄμασις Αἰγύπτου βασιλεὺς προεμαντεύσατο . χρόνῳ δὲ οὐ πολλῷ ὕστερον καὶ Ὀροίτεα Πολυκράτεος τίσιες μετῆλθον . μετὰ γὰρ τὸν Καμβύσεω θάνατον καὶ τῶν Μάγων τὴν βασιληίην μένων ἐν τῇσι Σάρδισι Ὀροίτης ὠφέλεε μὲν οὐδὲν Πέρσας ὑπὸ Μήδων ἀπαραιρημένους τὴν ἀρχήν · δὲ ἐν ταύτῃ τῇ ταραχῇ κατὰ μὲν ἔκτεινε Μιτροβάτεα τὸν ἐκ Δασκυλείου ὕπαρχον , ὅς οἱ ὠνείδισε τὰ ἐς Πολυκράτεα ἔχοντα , κατὰ δὲ τοῦ Μιτροβάτεω τὸν παῖδα Κρανάσπην , ἄνδρας ἐν Πέρσῃσι δοκίμους , ἄλλα τε ἐξύβρισε παντοῖα καί τινα ἀγγελιηφόρον ἐλθόντα Δαρείου παρ’ αὐτόν , ὡς οὐ πρὸς ἡδονήν οἱ ἦν τὰ ἀγγελλόμενα , κτείνει μιν ὀπίσω κομιζόμενον , ἄνδρας οἱ ὑπείσας κατ’ ὁδόν , ἀποκτείνας δέ μιν ἠφάνισε αὐτῷ ἵππῳ .