3.123 ταῦτα ἀκούσας Πολυκράτης ἥσθη τε καὶ ἐβούλετο · καί κως ἱμείρετο γὰρ χρημάτων μεγάλως , ἀποπέμπει πρῶτα κατοψόμενον Μαιάνδριον Μαιανδρίου ἄνδρα τῶν ἀστῶν , ὅς οἱ ἦν γραμματιστής · ὃς χρόνῳ οὐ πολλῷ ὕστερον τούτων τὸν κόσμον τὸν ἐκ τοῦ ἀνδρεῶνος τοῦ Πολυκράτεος ἐόντα ἀξιοθέητον ἀνέθηκε πάντα ἐς τὸ Ἥραιον . δὲ Ὀροίτης μαθὼν τὸν κατάσκοπον ἐόντα προσδόκιμον ἐποίεε τοιάδε · λάρνακας ὀκτὼ πληρώσας λίθων πλὴν κάρτα βραχέος τοῦ περὶ αὐτὰ τὰ χείλεα , ἐπιπολῆς τῶν λίθων χρυσὸν ἐπέβαλε , καταδήσας δὲ τὰς λάρνακας εἶχε ἑτοίμας . ἐλθὼν δὲ Μαιάνδριος καὶ θεησάμενος ἀπήγγελλε τῷ Πολυκράτεϊ .
3.124 δὲ πολλὰ μὲν τῶν μαντίων ἀπαγορευόντων πολλὰ δὲ τῶν φίλων ἐστέλλετο αὐτόσε , πρὸς δὲ καὶ ἰδούσης τῆς θυγατρὸς ὄψιν ἐνυπνίου τοιήνδε · ἐδόκεε οἷ τὸν πατέρα ἐν τῷ ἠέρι μετέωρον ἐόντα λοῦσθαι μὲν ὑπὸ τοῦ Διός , χρίεσθαι δὲ ὑπὸ τοῦ ἡλίου . ταύτην ἰδοῦσα τὴν ὄψιν παντοίη ἐγίνετο μὴ ἀποδημῆσαι τὸν Πολυκράτεα παρὰ τὸν Ὀροίτεα , καὶ δὴ καὶ ἰόντος αὐτοῦ ἐπὶ τὴν πεντηκόντερον ἐπεφημίζετο . δέ οἱ ἠπείλησε , ἢν σῶς ἀπονοστήσῃ , πολλόν μιν χρόνον παρθενεύεσθαι . δὲ ἠρήσατο ἐπιτελέα ταῦτα γενέσθαι · βούλεσθαι γὰρ παρθενεύεσθαι πλέω χρόνον τοῦ πατρὸς ἐστερῆσθαι .
3.125 Πολυκράτης δὲ πάσης συμβουλίης ἀλογήσας ἔπλεε παρὰ τὸν Ὀροίτεα , ἅμα ἀγόμενος ἄλλους τε πολλοὺς τῶν ἑταίρων , ἐν δὲ δὴ καὶ Δημοκήδεα τὸν Καλλιφῶντος Κροτωνιήτην ἄνδρα , ἰητρόν τε ἐόντα καὶ τὴν τέχνην ἀσκέοντα ἄριστα τῶν κατ’ ἑωυτόν .