3.121 καί κως εἴτ’ ἐκ προνοίης αὐτὸν κατηλογέοντα τὰ Ὀροίτεω πρήγματα , εἴτε καὶ συντυχίη τις τοιαύτη ἐπεγένετο · τόν τε γὰρ κήρυκα τὸν Ὀροίτεω παρελθόντα διαλέγεσθαι , καὶ τὸν Πολυκράτεα ʹτυχεῖν γὰρ ἀπεστραμμένον πρὸς τὸν τοῖχον̓ οὔτε τι μεταστραφῆναι οὔτε ὑποκρίνασθαι .
3.122 αἰτίαι μὲν δὴ αὗται διφάσιαι λέγονται τοῦ θανάτου τοῦ Πολυκράτεος γενέσθαι , πάρεστι δὲ πείθεσθαι ὁκοτέρῃ τις βούλεται αὐτέων . δὲ ὦν Ὀροίτης ἱζόμενος ἐν Μαγνησίῃ τῇ ὑπὲρ Μαιάνδρου ποταμοῦ οἰκημένῃ ἔπεμπε Μύρσον τὸν Γύγεω ἄνδρα Λυδὸν ἐς Σάμον ἀγγελίην φέροντα , μαθὼν τοῦ Πολυκράτεος τὸν νόον . Πολυκράτης γὰρ ἐστὶ πρῶτος τῶν ἡμεῖς ἴδμεν Ἑλλήνων ὃς θαλασσοκρατέειν ἐπενοήθη , πάρεξ Μίνωός τε τοῦ Κνωσσίου καὶ εἰ δή τις ἄλλος πρότερος τούτου ἦρξε τῆς θαλάσσης · τῆς δὲ ἀνθρωπηίης λεγομένης γενεῆς Πολυκράτης πρῶτος , ἐλπίδας πολλὰς ἔχων Ἰωνίης τε καὶ νήσων ἄρξειν . μαθὼν ὦν ταῦτά μιν διανοεύμενον Ὀροίτης πέμψας ἀγγελίην ἔλεγε τάδε . ʹ Ὀροίτης Πολυκράτεϊ ὧδε λέγει . πυνθάνομαι ἐπιβουλεύειν σε πρήγμασι μεγάλοισι , καὶ χρήματά τοι οὐκ εἶναι κατὰ τὰ φρονήματα . σύ νυν ὧδε ποιήσας ὀρθώσεις μὲν σεωυτόν , σώσεις δὲ καὶ ἐμέ · ἐμοὶ γὰρ βασιλεὺς Καμβύσης ἐπιβουλεύει θάνατον , καί μοι τοῦτο ἐξαγγέλλεται σαφηνέως . σύ νυν ἐμὲ ἐκκομίσας αὐτὸν καὶ χρήματα , τὰ μὲν αὐτῶν αὐτὸς ἔχε , τὰ δὲ ἐμὲ ἔα ἔχειν · εἵνεκέν τε χρημάτων ἄρξεις ἁπάσης τῆς Ἑλλάδος . εἰ δέ μοι ἀπιστέεις τὰ περὶ τῶν χρημάτων , πέμψον ὅστις τοι πιστότατος τυγχάνει ἐών , τῷ ἐγὼ ἀποδέξω . ʹ