3.119 εὖ τε δὴ ἔδοξε τῷ Δαρείῳ εἰπεῖν γυνή , καί οἱ ἀπῆκε τοῦτόν τε τὸν παραιτέετο καὶ τῶν παίδων τὸν πρεσβύτατον , ἡσθεὶς αὐτῇ , τοὺς δὲ ἄλλους ἀπέκτεινε πάντας . τῶν μὲν δὴ ἑπτὰ εἷς αὐτίκα τρόπῳ τῷ εἰρημένῳ ἀπολώλεε .
3.120 κατὰ δέ κου μάλιστα τὴν Καμβύσεω νοῦσον ἐγίνετο τάδε . ὑπὸ Κύρου κατασταθεὶς ἦν Σαρδίων ὕπαρχος Ὀροίτης ἀνὴρ Πέρσης · οὗτος ἐπεθύμησε πρήγματος οὐκ ὁσίου · οὔτε γάρ τι παθὼν οὔτε ἀκούσας μάταιον ἔπος πρὸς Πολυκράτεος τοῦ Σαμίου , οὐδὲ ἰδὼν πρότερον , ἐπεθύμεε λαβὼν αὐτὸν ἀπολέσαι , ὡς μὲν οἱ πλεῦνες λέγουσι , διὰ τοιήνδε τινὰ αἰτίην . ἐπὶ τῶν βασιλέος θυρέων κατήμενον τόν τε Ὀροίτεα καὶ ἄλλον Πέρσην τῷ οὔνομα εἶναι Μιτροβάτεα , νομοῦ ἄρχοντα τοῦ ἐν Δασκυλείῳ , τούτους ἐκ λόγων ἐς νείκεα συμπεσεῖν , κρινομένων δὲ περὶ ἀρετῆς εἰπεῖν τὸν Μιτροβάτεα τῷ Ὀροίτῃ προφέροντα ʹ σὺ γὰρ ἐν ἀνδρῶν λόγῳ , ὃς βασιλέι νῆσον Σάμον πρὸς τῷ σῷ νομῷ προσκειμένην οὐ προσεκτήσαο , ὧδε δή τι ἐοῦσαν εὐπετέα χειρωθῆναι , τὴν τῶν τις ἐπιχωρίων πεντεκαίδεκα ὁπλίτῃσι ἐπαναστὰς ἔσχε καὶ νῦν αὐτῆς τυραννεύει ; ʹ οἳ μὲν δή μιν φασὶ τοῦτο ἀκούσαντα καὶ ἀλγήσαντα τῷ ὀνείδεϊ ἐπιθυμῆσαι οὐκ οὕτω τὸν εἴπαντα ταῦτα τίσασθαι ὡς Πολυκράτεα πάντως ἀπολέσαι , δι’ ὅντινα κακῶς ἤκουσε .
3.121 οἱ δὲ ἐλάσσονες λέγουσι πέμψαι Ὀροίτεα ἐς Σάμον κήρυκα ὅτευ δὴ χρήματος δεησόμενον ʹοὐ γὰρ ὦν δὴ τοῦτό γε λέγεταἰ , καὶ τὸν Πολυκράτεα τυχεῖν κατακείμενον ἐν ἀνδρεῶνι , παρεῖναι δέ οἱ καὶ Ἀνακρέοντα τὸν Τήιον ·