3.119 ἐπείτε δὲ ἐξέμαθε ὡς οὐ σὺν κείνοισι εἴη ταῦτα πεποιηκώς , ἔλαβε αὐτόν τε τὸν Ἰνταφρένεα καὶ τοὺς παῖδας αὐτοῦ καὶ τοὺς οἰκηίους πάντας , ἐλπίδας πολλὰς ἔχων μετὰ τῶν συγγενέων μιν ἐπιβουλεύειν οἱ ἐπανάστασιν , συλλαβὼν δὲ σφέας ἔδησε τὴν ἐπὶ θανάτῳ . δὲ γυνὴ τοῦ Ἰνταφρένεος φοιτῶσα ἐπὶ τὰς θύρας τοῦ βασιλέος κλαίεσκε ἂν καὶ ὀδυρέσκετο · ποιεῦσα δὲ αἰεὶ τὠυτὸ τοῦτο τὸν Δαρεῖον ἔπεισε οἰκτεῖραί μιν . πέμψας δὲ ἄγγελον ἔλεγε τάδε · ʹ γύναι , βασιλεύς τοι Δαρεῖος διδοῖ ἕνα τῶν δεδεμένων οἰκηίων ῥύσασθαι τὸν βούλεαι ἐκ πάντων . ʹ δὲ βουλευσαμένη ὑπεκρίνετο τάδε · ʹ εἰ μὲν δή μοι διδοῖ βασιλεὺς ἑνὸς τὴν ψυχήν , αἱρέομαι ἐκ πάντων τὸν ἀδελφεόν . ʹ πυθόμενος δὲ Δαρεῖος ταῦτα καὶ θωμάσας τὸν λόγον , πέμψας ἠγόρευε ʹ γύναι , εἰρωτᾷ σε βασιλεύς , τίνα ἔχουσα γνώμην , τὸν ἄνδρα τε καὶ τὰ τέκνα ἐγκαταλιποῦσα , τὸν ἀδελφεὸν εἵλευ περιεῖναί τοι , ὃς καὶ ἀλλοτριώτερός τοι τῶν παίδων καὶ ἧσσον κεχαρισμένος τοῦ ἀνδρός ἐστι . ʹ δ’ ἀμείβετο τοῖσιδε . ʹ βασιλεῦ , ἀνὴρ μέν μοι ἂν ἄλλος γένοιτο , εἰ δαίμων ἐθέλοι , καὶ τέκνα ἄλλα , εἰ ταῦτα ἀποβάλοιμι · πατρὸς δὲ καὶ μητρὸς οὐκέτι μευ ζωόντων ἀδελφεὸς ἂν ἄλλος οὐδενὶ τρόπῳ γένοιτο . ταύτῃ τῇ γνώμῃ χρεωμένη ἔλεξα ταῦτα . ʹ