3.117 ἐπεὰν δὲ διάκορος γῆ σφεων γένηται πίνουσα τὸ ὕδωρ , αὗται μὲν αἱ πύλαι ἀποκληίονται , ἄλλας δ’ ἐντέλλεται ἀνοίγειν ἄλλοισι τοῖσι δεομένοισι μάλιστα τῶν λοιπῶν . ὡς δ’ ἐγὼ οἶδα ἀκούσας , χρήματα μεγάλα πρησσόμενος ἀνοίγει πάρεξ τοῦ φόρου .
3.118 ταῦτα μὲν δὴ ἔχει οὕτω . τῶν δὲ τῷ Μάγῳ ἐπαναστάντων ἑπτὰ ἀνδρῶν , ἕνα αὐτῶν Ἰνταφρένεα κατέλαβε ὑβρίσαντα τάδε ἀποθανεῖν αὐτίκα μετὰ τὴν ἐπανάστασιν . ἤθελε ἐς τὰ βασιλήια ἐσελθὼν χρηματίσασθαι τῷ βασιλέι · καὶ γὰρ δὴ καὶ νόμος οὕτω εἶχε , τοῖσι ἐπαναστᾶσι τῷ Μάγῳ ἔσοδον εἶναι παρὰ βασιλέα ἄνευ ἀγγέλου , ἢν μὴ γυναικὶ τυγχάνῃ μισγόμενος βασιλεύς . οὔκων δὴ Ἰνταφρένης ἐδικαίου οὐδένα οἱ ἐσαγγεῖλαι , ἀλλ’ ὅτι ἦν τῶν ἑπτά , ἐσιέναι ἤθελε . δὲ πυλουρὸς καὶ ἀγγελιηφόρος οὐ περιώρων , φάμενοι τὸν βασιλέα γυναικὶ μίσγεσθαι . δὲ Ἰνταφρένης δοκέων σφέας ψεύδεα λέγειν ποιέει τοιάδε · σπασάμενος τὸν ἀκινάκεα ἀποτάμνει αὐτῶν τά τε ὦτα καὶ τὰς ῥῖνας , καὶ ἀνείρας περὶ τὸν χαλινὸν τοῦ ἵππου περὶ τοὺς αὐχένας σφέων ἔδησε , καὶ ἀπῆκε .
3.119 οἳ δὲ τῷ βασιλέι δεικνύουσι ἑωυτοὺς καὶ τὴν αἰτίην εἶπον δι’ ἣν πεπονθότες εἴησαν . Δαρεῖος δὲ ἀρρωδήσας μὴ κοινῷ λόγῳ οἱ ἓξ πεποιηκότες ἔωσι ταῦτα , μεταπεμπόμενος ἕνα ἕκαστον ἀπεπειρᾶτο γνώμης , εἰ συνέπαινοι εἰσὶ τῷ πεποιημένῳ .