3.117 ἔστι δὲ πεδίον ἐν τῇ Ἀσίῃ περικεκληιμένον ὄρεϊ πάντοθεν , διασφάγες δὲ τοῦ ὄρεος εἰσὶ πέντε . τοῦτο τὸ πεδίον ἦν μὲν κοτὲ Χορασμίων , ἐν οὔροισι ἐὸν Χορασμίων τε αὐτῶν καὶ Ὑρκανίων καὶ Πάρθων καὶ Σαραγγέων καὶ Θαμαναίων , ἐπείτε δὲ Πέρσαι ἔχουσι τὸ κράτος , ἐστὶ τοῦ βασιλέος . ἐκ δὴ ὦν τοῦ περικληίοντος ὄρεος τούτου ῥέει ποταμὸς μέγας , οὔνομα δέ οἱ ἐστὶ Ἄκης . οὗτος πρότερον μὲν ἄρδεσκε διαλελαμμένος πενταχοῦ τούτων τῶν εἰρημένων τὰς χώρας , διὰ διασφάγος ἀγόμενος ἑκάστης ἑκάστοισι · ἐπείτε δὲ ὑπὸ τῷ Πέρσῃ εἰσί , πεπόνθασι τοιόνδε · τὰς διασφάγας τῶν ὀρέων ἐνδείμας βασιλεὺς πύλας ἐπ’ ἑκάστῃ διασφάγι ἔστησε · ἀποκεκληιμένου δὲ τοῦ ὕδατος τῆς ἐξόδου τὸ πεδίον τὸ ἐντὸς τῶν ὀρέων πέλαγος γίνεται , ἐνδιδόντος μὲν τοῦ ποταμοῦ , ἔχοντος δὲ οὐδαμῇ ἐξήλυσιν . οὗτοι ὦν οἵ περ ἔμπροσθε ἐώθεσαν χρᾶσθαι τῷ ὕδατι , οὐκ ἔχοντες αὐτῷ χρᾶσθαι συμφορῇ μεγάλῃ διαχρέωνται . τὸν μὲν γὰρ χειμῶνα ὕει σφι θεὸς ὥσπερ καὶ τοῖσι ἄλλοισι ἀνθρώποισι , τοῦ δὲ θέρεος σπείροντες μελίνην καὶ σήσαμον χρηίσκονται τῷ ὕδατι . ἐπεὰν ὦν μηδέν σφι παραδιδῶται τοῦ ὕδατος , ἐλθόντες ἐς τοὺς Πέρσας αὐτοί τε καὶ γυναῖκες , στάντες κατὰ τὰς θύρας τοῦ βασιλέος βοῶσι ὠρυόμενοι , δὲ βασιλεὺς τοῖσι δεομένοισι αὐτῶν μάλιστα ἐντέλλεται ἀνοίγειν τὰς πύλας τὰς ἐς τοῦτο φερούσας .