3.114 ἀποκλινομένης δὲ μεσαμβρίης παρήκει πρὸς δύνοντα ἥλιον Αἰθιοπίη χώρη ἐσχάτη τῶν οἰκεομενέων · αὕτη δὲ χρυσόν τε φέρει πολλὸν καὶ ἐλέφαντας ἀμφιλαφέας καὶ δένδρεα πάντα ἄγρια καὶ ἔβενον καὶ ἄνδρας μεγίστους καὶ καλλίστους καὶ μακροβιωτάτους .
3.115 αὗται μέν νυν ἔν τε τῇ Ἀσίῃ ἐσχατιαί εἰσι καὶ ἐν τῇ Λιβύῃ . περὶ δὲ τῶν ἐν τῇ Εὐρώπῃ τῶν πρὸς ἑσπέρην ἐσχατιέων ἔχω μὲν οὐκ ἀτρεκέως λέγειν · οὔτε γὰρ ἔγωγε ἐνδέκομαι Ἠριδανὸν καλέεσθαι πρὸς βαρβάρων ποταμὸν ἐκδιδόντα ἐς θάλασσαν τὴν πρὸς βορέην ἄνεμον , ἀπ’ ὅτευ τὸ ἤλεκτρον φοιτᾶν λόγος ἐστί , οὔτε νήσους οἶδα Κασσιτερίδας ἐούσας , ἐκ τῶν κασσίτερος ἡμῖν φοιτᾷ . τοῦτο μὲν γὰρ Ἠριδανὸς αὐτὸ κατηγορέει τὸ οὔνομα ὡς ἔστι Ἑλληνικὸν καὶ οὐ βάρβαρον , ὑπὸ ποιητέω δὲ τινὸς ποιηθέν · τοῦτο δὲ οὐδενὸς αὐτόπτεω γενομένου δύναμαι ἀκοῦσαι , τοῦτο μελετῶν , ὅκως θάλασσα ἐστὶ τὰ ἐπέκεινα Εὐρώπης . ἐξ ἐσχάτης δ’ ὦν κασσίτερος ἡμῖν φοιτᾷ καὶ τὸ ἤλεκτρον .
3.116 πρὸς δὲ ἄρκτου τῆς Εὐρώπης πολλῷ τι πλεῖστος χρυσὸς φαίνεται ἐών · ὅκως μὲν γινόμενος , οὐκ ἔχω οὐδὲ τοῦτο ἀτρεκέως εἶπαι , λέγεται δὲ ὑπὲκ τῶν γρυπῶν ἁρπάζειν Ἀριμασποὺς ἄνδρας μουνοφθάλμους . πείθομαι δὲ οὐδὲ τοῦτο ὅκως μουνόφθαλμοι ἄνδρες φύονται , φύσιν ἔχοντες τὴν ἄλλην ὁμοίην τοῖσι ἄλλοισι ἀνθρώποισι · αἱ δὲ ὦν ἐσχατιαὶ οἴκασι , περικληίουσαι τὴν ἄλλην χώρην καὶ ἐντὸς ἀπέργουσαι , τὰ κάλλιστα δοκέοντα ἡμῖν εἶναι καὶ σπανιώτατα ἔχειν αὗται .