3.111 πρὸς ὦν δὴ ταῦτα τοὺς Ἀραβίους σοφίζεσθαι τάδε · βοῶν τε καὶ ὄνων τῶν ἀπογινομένων καὶ τῶν ἄλλων ὑποζυγίων τὰ μέλεα διαταμόντας ὡς μέγιστα κομίζειν ἐς ταῦτα τὰ χωρία , καί σφεα θέντας ἀγχοῦ τῶν νεοσσιέων ἀπαλλάσσεσθαι ἑκὰς αὐτέων · τὰς δὲ ὄρνιθας καταπετομένας τὰ μέλεα τῶν ὑποζυγίων ἀναφορέειν ἐπὶ τὰς νεοσσιάς , τὰς δὲ οὐ δυναμένας ἴσχειν καταρρήγνυσθαι ἐπὶ γῆν , τοὺς δὲ ἐπιόντας συλλέγειν . οὕτω μὲν τὸ κινάμωμον συλλεγόμενον ἐκ τούτων ἀπικνέεσθαι ἐς τὰς ἄλλας χώρας .
3.112 τὸ δὲ δὴ λήδανον , τὸ καλέουσι Ἀράβιοι λάδανον , ἔτι τούτου θωμασιώτερον γίνεται · ἐν γὰρ δυσοδμοτάτῳ γινόμενον εὐωδέστατον ἐστί · τῶν γὰρ αἰγῶν τῶν τράγων ἐν τοῖσι πώγωσι εὑρίσκεται ἐγγινόμενον οἷον γλοιὸς ἀπὸ τῆς ὕλης . χρήσιμον δ’ ἐς πολλὰ τῶν μύρων ἐστί , θυμιῶσί τε μάλιστα τοῦτο Ἀράβιοι .
3.113 τοσαῦτα μὲν θυωμάτων πέρι εἰρήσθω , ἀπόζει δὲ τῆς χώρης τῆς Ἀραβίης θεσπέσιον ὡς ἡδύ . δύο δὲ γένεα ὀίων σφι ἐστὶ θώματος ἄξια , τὰ οὐδαμόθι ἑτέρωθι ἐστί . τὸ μὲν αὐτῶν ἕτερον ἔχει τὰς οὐρὰς μακράς , τριῶν πηχέων οὐκ ἐλάσσονας , τὰς εἴ τις ἐπείη σφι ἐπέλκειν , ἕλκεα ἂν ἔχοιεν ἀνατριβομενέων πρὸς τῇ γῇ τῶν οὐρέων · νῦν δ’ ἅπας τις τῶν ποιμένων ἐπίσταται ξυλουργέειν ἐς τοσοῦτο · ἁμαξίδας γὰρ ποιεῦντες ὑποδέουσι αὐτὰς τῇσι οὐρῇσι , ἑνὸς ἑκάστου κτήνεος τὴν οὐρὴν ἐπὶ ἁμαξίδα ἑκάστην καταδέοντες . τὸ δὲ ἕτερον γένος τῶν ὀίων τὰς οὐρὰς πλατέας φορέουσι καὶ ἐπὶ πῆχυν πλάτος .