3.109 μὲν δὴ ἔρσην ἀποθνήσκει τρόπῳ τῷ εἰρημένῳ , δὲ θήλεα τίσιν τοιήνδε ἀποτίνει τῷ ἔρσενι · τῷ γονέι τιμωρέοντα ἔτι ἐν τῇ γαστρὶ ἐόντα τὰ τέκνα διεσθίει τὴν μητέρα , διαφαγόντα δὲ τὴν νηδὺν αὐτῆς οὕτω τὴν ἔκδυσιν ποιέεται . οἱ δὲ ἄλλοι ὄφιες ἐόντες ἀνθρώπων οὐ δηλήμονες τίκτουσί τε ᾠὰ καὶ ἐκλέπουσι πολλόν τι χρῆμα τῶν τέκνων . αἱ μέν νυν ἔχιδναι κατὰ πᾶσαν τὴν γῆν εἰσί , οἱ δὲ ὑπόπτεροι ὄφιες ἀθρόοι εἰσὶ ἐν τῇ Ἀραβίῃ καὶ οὐδαμῇ ἄλλῃ · κατὰ τοῦτο δοκέουσι πολλοὶ εἶναι .
3.110 τὸν μὲν δὴ λιβανωτὸν τοῦτον οὕτω κτῶνται Ἀράβιοι , τὴν δὲ κασίην ὧδε . ἐπεὰν καταδήσωνται βύρσῃσι καὶ δέρμασι ἄλλοισι πᾶν τὸ σῶμα καὶ τὸ πρόσωπον πλὴν αὐτῶν τῶν ὀφθαλμῶν , ἔρχονται ἐπὶ τὴν κασίην · δὲ ἐν λίμνῃ φύεται οὐ βαθέῃ , περὶ δὲ αὐτὴν καὶ ἐν αὐτῇ αὐλίζεταί κου θηρία πτερωτά , τῇσι νυκτερίσι προσείκελα μάλιστα , καὶ τέτριγε δεινόν , καὶ ἐς ἀλκὴν ἄλκιμα · τὰ δεῖ ἀπαμυνομένους ἀπὸ τῶν ὀφθαλμῶν οὕτω δρέπειν τὴν κασίην .
3.111 τὸ δὲ δὴ κινάμωμον ἔτι τούτων θωμαστότερον συλλέγουσι . ὅκου μὲν γὰρ γίνεται καὶ ἥτις μιν γῆ τρέφουσα ἐστί , οὐκ ἔχουσι εἰπεῖν , πλὴν ὅτι λόγῳ οἰκότι χρεώμενοι ἐν τοῖσιδε χωρίοισι φασὶ τινὲς αὐτὸ φύεσθαι ἐν τοῖσι Διόνυσος ἐτράφη · ὄρνιθας δὲ λέγουσι μεγάλας φορέειν ταῦτα τὰ κάρφεα τὰ ἡμεῖς ἀπὸ Φοινίκων μαθόντες κινάμωμον καλέομεν , φορέειν δὲ τὰς ὄρνιθας ἐς νεοσσιὰς προσπεπλασμένας ἐκ πηλοῦ πρὸς ἀποκρήμνοισι ὄρεσι , ἔνθα πρόσβασιν ἀνθρώπῳ οὐδεμίαν εἶναι .