3.108 καί κως τοῦ θείου προνοίη , ὥσπερ καὶ οἰκός ἐστι , ἐοῦσα σοφή , ὅσα μὲν ψυχήν τε δειλὰ καὶ ἐδώδιμα , ταῦτα μὲν πάντα πολύγονα πεποίηκε , ἵνα μὴ ἐπιλίπῃ κατεσθιόμενα , ὅσα δὲ σχέτλια καὶ ἀνιηρά , ὀλιγόγονα . τοῦτο μέν , ὅτι λαγὸς ὑπὸ παντὸς θηρεύεται θηρίου καὶ ὄρνιθος καὶ ἀνθρώπου , οὕτω δή τι πολύγονον ἐστί · ἐπικυΐσκεται μοῦνον πάντων θηρίων , καὶ τὸ μὲν δασὺ τῶν τέκνων ἐν τῇ γαστρὶ τὸ δὲ ψιλόν , τὸ δὲ ἄρτι ἐν τῇσι μήτρῃσι πλάσσεται , τὸ δὲ ἀναιρέεται . τοῦτο μὲν δὴ τοιοῦτο ἐστί · δὲ δὴ λέαινα ἐὸν ἰσχυρότατον καὶ θρασύτατον ἅπαξ ἐν τῷ βίῳ τίκτει ἕν · τίκτουσα γὰρ συνεκβάλλει τῷ τέκνῳ τὰς μήτρας . τὸ δὲ αἴτιον τούτου τόδε ἐστί · ἐπεὰν σκύμνος ἐν τῇ μητρὶ ἐὼν ἄρχηται διακινεόμενος , δὲ ἔχων ὄνυχας θηρίων πολλὸν πάντων ὀξυτάτους ἀμύσσει τὰς μήτρας , αὐξόμενός τε δὴ πολλῷ μᾶλλον ἐσικνέεται καταγράφων · πέλας τε δὴ τόκος ἐστί , καὶ τὸ παράπαν λείπεται αὐτέων ὑγιὲς οὐδέν .
3.109 ὣς δὲ καὶ οἱ ἔχιδναί τε καὶ οἱ ἐν Ἀραβίοισι ὑπόπτεροι ὄφιες εἰ ἐγίνοντο ὡς φύσις αὐτοῖσι ὑπάρχει , οὐκ ἂν ἦν βιώσιμα ἀνθρώποισι · νῦν δ’ ἐπεὰν θορνύωνται κατὰ ζεύγεα καὶ ἐν αὐτῇ ἔρσην τῇ ἐκποιήσι , ἀπιεμένου αὐτοῦ τὴν γονὴν θήλεα ἅπτεται τῆς δειρῆς , καὶ ἐμφῦσα οὐκ ἀνιεῖ πρὶν ἂν διαφάγῃ .