3.106 τοῦτο μὲν γὰρ πρὸς τὴν ἠῶ ἐσχάτη τῶν οἰκεομενέων Ἰνδική ἐστι , ὥσπερ ὀλίγῳ πρότερον εἴρηκα · ἐν ταύτῃ τοῦτο μὲν τὰ ἔμψυχα , τετράποδά τε καὶ τὰ πετεινά , πολλῷ μέζω ἐν τοῖσι ἄλλοισι χωρίοισι ἐστί , πάρεξ τῶν ἵππων ʹοὗτοι δὲ ἑσσοῦνται ὑπὸ τῶν Μηδικῶν , Νησαίων δὲ καλευμένων ἵππων̓ , τοῦτο δὲ χρυσὸς ἄπλετος αὐτόθι ἐστί , μὲν ὀρυσσόμενος , δὲ καταφορεύμενος ὑπὸ ποταμῶν , δὲ ὥσπερ ἐσήμηνα ἁρπαζόμενος . τὰ δὲ δένδρεα τὰ ἄγρια αὐτόθι φέρει καρπὸν εἴρια καλλονῇ τε προφέροντα καὶ ἀρετῇ τῶν ἀπὸ τῶν ὀίων · καὶ ἐσθῆτι Ἰνδοὶ ἀπὸ τούτων τῶν δενδρέων χρέωνται .
3.107 πρὸς δ’ αὖ μεσαμβρίης ἐσχάτη Ἀραβίη τῶν οἰκεομενέων χωρέων ἐστί , ἐν δὲ ταύτῃ λιβανωτός τε ἐστὶ μούνῃ χωρέων πασέων φυόμενος καὶ σμύρνη καὶ κασίη καὶ κινάμωμον καὶ λήδανον . ταῦτα πάντα πλὴν τῆς σμύρνης δυσπετέως κτῶνται οἱ Ἀράβιοι . τὸν μέν γε λιβανωτὸν συλλέγουσι τὴν στύρακα θυμιῶντες , τὴν ἐς Ἕλληνας Φοίνικες ἐξάγουσι · ταύτην θυμιῶντες λαμβάνουσι · τὰ γὰρ δένδρεα ταῦτα τὰ λιβανωτοφόρα ὄφιες ὑπόπτεροι , μικροὶ τὰ μεγάθεα , ποικίλοι τὰ εἴδεα , φυλάσσουσι πλήθεϊ πολλοὶ περὶ δένδρον ἕκαστον , οὗτοι οἵ περ ἐπ’ Αἴγυπτον ἐπιστρατεύονται , οὐδενὶ δὲ ἄλλῳ ἀπελαύνονται ἀπὸ τῶν δενδρέων τῆς στύρακος τῷ καπνῷ .
3.108 λέγουσι δὲ καὶ τόδε Ἀράβιοι , ὡς πᾶσα ἂν γῆ ἐπίμπλατο τῶν ὀφίων τούτων , εἰ μὴ γίνεσθαι κατ’ αὐτοὺς οἷόν τι κατὰ τὰς ἐχίδνας ἠπιστάμην γίνεσθαι .