3.104 θερμότατος δὲ ἐστὶ ἥλιος τούτοισι τοῖσι ἀνθρώποισι τὸ ἑωθινόν , οὐ κατά περ τοῖσι ἄλλοισι μεσαμβρίης , ἀλλ’ ὑπερτείλας μέχρι οὗ ἀγορῆς διαλύσιος . τοῦτον δὲ τὸν χρόνον καίει πολλῷ μᾶλλον τῇ μεσαμβρίῃ τὴν Ἑλλάδα , οὕτω ὥστ’ ἐν ὕδατι λόγος αὐτούς ἐστι βρέχεσθαι τηνικαῦτα . μεσοῦσα δὲ ἡμέρη σχεδὸν παραπλησίως καίει τούς τε ἄλλους ἀνθρώπους καὶ τοὺς Ἰνδούς . ἀποκλινομένης δὲ τῆς μεσαμβρίης γίνεταί σφι ἥλιος κατά περ τοῖσι ἄλλοισι ἑωθινός , καὶ τὸ ἀπὸ τούτου ἀπιὼν ἐπὶ μᾶλλον ψύχει , ἐς ἐπὶ δυσμῇσι ἐὼν καὶ τὸ κάρτα ψύχει .
3.105 ἐπεὰν δὲ ἔλθωσι ἐς τὸν χῶρον οἱ Ἰνδοὶ ἔχοντες θυλάκια , ἐμπλήσαντες ταῦτα τῆς ψάμμου τὴν ταχίστην ἐλαύνουσι ὀπίσω · αὐτίκα γὰρ οἱ μύρμηκες ὀδμῇ , ὡς δὴ λέγεται ὑπὸ Περσέων , μαθόντες διώκουσι . εἶναι δὲ ταχυτῆτα οὐδενὶ ἑτέρῳ ὅμοιον , οὕτω ὥστε , εἰ μὴ προλαμβάνειν τοὺς Ἰνδοὺς τῆς ὁδοῦ ἐν τοὺς μύρμηκας συλλέγεσθαι , οὐδένα ἂν σφέων ἀποσώζεσθαι . τοὺς μέν νυν ἔρσενας τῶν καμήλων , εἶναι γὰρ ἥσσονας θέειν τῶν θηλέων , παραλύεσθαι ἐπελκομένους , οὐκ ὁμοῦ ἀμφοτέρους · τὰς δὲ θηλέας ἀναμιμνησκομένας τῶν ἔλιπον τέκνων ἐνδιδόναι μαλακὸν οὐδέν . τὸν μὲν δὴ πλέω τοῦ χρυσοῦ οὕτω οἱ Ἰνδοὶ κτῶνται , ὡς Πέρσαι φασί · ἄλλος δὲ σπανιώτερος ἐστι ἐν τῇ χώρῃ ὀρυσσόμενος .
3.106 αἱ δ’ ἐσχατιαί κως τῆς οἰκεομένης τὰ κάλλιστα ἔλαχον , κατά περ Ἑλλὰς τὰς ὥρας πολλόν τι κάλλιστα κεκρημένας ἔλαχε .