3.102 ἐν δὴ ὦν τῇ ἐρημίῃ ταύτῃ καὶ τῇ ψάμμῳ γίνονται μύρμηκες μεγάθεα ἔχοντες κυνῶν μὲν ἐλάσσονα ἀλωπέκων δὲ μέζονα · εἰσὶ γὰρ αὐτῶν καὶ παρὰ βασιλέι τῷ Περσέων ἐνθεῦτεν θηρευθέντες . οὗτοι ὦν οἱ μύρμηκες ποιεύμενοι οἴκησιν ὑπὸ γῆν ἀναφορέουσι τὴν ψάμμον κατά περ οἱ ἐν τοῖσι Ἕλλησι μύρμηκες κατὰ τὸν αὐτὸν τρόπον , εἰσὶ δὲ καὶ αὐτοὶ τὸ εἶδος ὁμοιότατοι · δὲ ψάμμος ἀναφερομένη ἐστὶ χρυσῖτις . ἐπὶ δὴ ταύτην τὴν ψάμμον στέλλονται ἐς τὴν ἔρημον οἱ Ἰνδοί , ζευξάμενος ἕκαστος καμήλους τρεῖς , σειρηφόρον μὲν ἑκατέρωθεν ἔρσενα παρέλκειν , θήλεαν δὲ ἐς μέσον · ἐπὶ ταύτην δὴ αὐτὸς ἀναβαίνει , ἐπιτηδεύσας ὅκως ἀπὸ τέκνων ὡς νεωτάτων ἀποσπάσας ζεύξει . αἱ γάρ σφι κάμηλοι ἵππων οὐκ ἥσσονες ἐς ταχυτῆτα εἰσί , χωρὶς δὲ ἄχθεα δυνατώτεραι πολλὸν φέρειν .
3.103 τὸ μὲν δὴ εἶδος ὁκοῖόν τι ἔχει κάμηλος , ἐπισταμένοισι τοῖσι Ἕλλησι οὐ συγγράφω · τὸ δὲ μὴ ἐπιστέαται αὐτῆς , τοῦτο φράσω · κάμηλος ἐν τοῖσι ὀπισθίοισι σκέλεσι ἔχει τέσσερας μηροὺς καὶ γούνατα τέσσερα , τά τε αἰδοῖα διὰ τῶν ὀπισθίων σκελέων πρὸς τὴν οὐρὴν τετραμμένα .
3.104 οἱ δὲ δὴ Ἰνδοὶ τρόπῳ τοιούτῳ καὶ ζεύξι τοιαύτῃ χρεώμενοι ἐλαύνουσι ἐπὶ τὸν χρυσὸν λελογισμένως ὅκως καυμάτων τῶν θερμοτάτων ἐόντων ἔσονται ἐν τῇ ἁρπαγῇ · ὑπὸ γὰρ τοῦ καύματος οἱ μύρμηκες ἀφανέες γίνονται ὑπὸ γῆν .