3.100 ἑτέρων δὲ ἐστὶ Ἰνδῶν ὅδε ἄλλος τρόπος · οὔτε κτείνουσι οὐδὲν ἔμψυχον οὔτε τι σπείρουσι οὔτε οἰκίας νομίζουσι ἐκτῆσθαι ποιηφαγέουσί τε · καὶ αὐτοῖσι ἐστὶ ὅσον κέγχρος τὸ μέγαθος ἐν κάλυκι , αὐτόματον ἐκ τῆς γῆς γινόμενον , τὸ συλλέγοντες αὐτῇ τῇ κάλυκι ἕψουσί τε καὶ σιτέονται . ὃς δ’ ἂν ἐς νοῦσον αὐτῶν πέσῃ , ἐλθὼν ἐς τὴν ἔρημον κεῖται · φροντίζει δὲ οὐδεὶς οὔτε ἀποθανόντος οὔτε κάμνοντος .
3.101 μίξις δὲ τούτων τῶν Ἰνδῶν τῶν κατέλεξα πάντων ἐμφανής ἐστι κατά περ τῶν προβάτων , καὶ τὸ χρῶμα φορέουσι ὅμοιον πάντες καὶ παραπλήσιον Αἰθίοψι . γονὴ δὲ αὐτῶν , τὴν ἀπίενται ἐς τὰς γυναῖκας , οὐ κατά περ τῶν ἄλλων ἀνθρώπων ἐστὶ λευκή , ἀλλὰ μέλαινα κατά περ τὸ χρῶμα . τοιαύτην δὲ καὶ Αἰθίοπες ἀπίενται θορήν . οὗτοι μὲν τῶν Ἰνδῶν ἑκαστέρω τῶν Περσέων οἰκέουσι καὶ πρὸς νότου ἀνέμου , καὶ Δαρείου βασιλέος οὐδαμὰ ὑπήκουσαν .
3.102 ἄλλοι δὲ τῶν Ἰνδῶν Κασπατύρῳ τε πόλι καὶ τῇ Πακτυϊκῇ χώρῃ εἰσὶ πρόσουροι , πρὸς ἄρκτου τε καὶ βορέω ἀνέμου κατοικημένοι τῶν ἄλλων Ἰνδῶν , οἳ Βακτρίοισι παραπλησίην ἔχουσι δίαιταν . οὗτοι καὶ μαχιμώτατοι εἰσὶ Ἰνδῶν καὶ οἱ ἐπὶ τὸν χρυσὸν στελλόμενοι εἰσὶ οὗτοι · κατὰ γὰρ τοῦτο ἐστὶ ἐρημίη διὰ τὴν ψάμμον .