3.98 ἔστι δὲ πολλὰ ἔθνεα Ἰνδῶν καὶ οὐκ ὁμόφωνα σφίσι , καὶ οἳ μὲν αὐτῶν νομάδες εἰσὶ οἳ δὲ οὔ , οἳ δὲ ἐν τοῖσι ἕλεσι οἰκέουσι τοῦ ποταμοῦ καὶ ἰχθύας σιτέονται ὠμούς , τοὺς αἱρέουσι ἐκ πλοίων καλαμίνων ὁρμώμενοι · καλάμου δὲ ἓν γόνυ πλοῖον ἕκαστον ποιέεται . οὗτοι μὲν δὴ τῶν Ἰνδῶν φορέουσι ἐσθῆτα φλοΐνην · ἐπεὰν ἐκ τοῦ ποταμοῦ φλοῦν ἀμήσωσι καὶ κόψωσι , τὸ ἐνθεῦτεν φορμοῦ τρόπον καταπλέξαντες ὡς θώρηκα ἐνδύνουσι .
3.99 ἄλλοι δὲ τῶν Ἰνδῶν πρὸς ἠῶ οἰκέοντες τούτων νομάδες εἰσὶ κρεῶν ἐδεσταὶ ὠμῶν , καλέονται δὲ Παδαῖοι , νομαίοισι δὲ τοιοῖσιδε λέγονται χρᾶσθαι · ὃς ἂν κάμῃ τῶν ἀστῶν , ἤν τε γυνὴ ἤν τε ἀνήρ , τὸν μὲν ἄνδρα ἄνδρες οἱ μάλιστά οἱ ὁμιλέοντες κτείνουσι , φάμενοι αὐτὸν τηκόμενον τῇ νούσῳ τὰ κρέα σφίσι διαφθείρεσθαι · δὲ ἄπαρνος ἐστὶ μὴ μὲν νοσέειν , οἱ δὲ οὐ συγγινωσκόμενοι ἀποκτείναντες κατευωχέονται . δὲ ἂν γυνὴ κάμῃ , ὡσαύτως αἱ ἐπιχρεώμεναι μάλιστα γυναῖκες ταὐτὰ τοῖσι ἀνδράσι ποιεῦσι . τὸν γὰρ δὴ ἐς γῆρας ἀπικόμενον θύσαντες κατευωχέονται · ἐς δὲ τούτου λόγον οὐ πολλοί τινες αὐτῶν ἀπικνέονται · πρὸ γὰρ τοῦ τὸν ἐς νοῦσον πίπτοντα πάντα κτείνουσι .