3.97 οἵδε δὲ φόρον μὲν οὐδένα ἐτάχθησαν φέρειν , δῶρα δὲ ἀγίνεον · Αἰθίοπες οἱ πρόσουροι Αἰγύπτῳ , τοὺς Καμβύσης ἐλαύνων ἐπὶ τοὺς μακροβίους Αἰθίοπας κατεστρέψατο , οἵ τε περί τε Νύσην τὴν ἱρὴν κατοίκηνται καὶ τῷ Διονύσῳ ἀνάγουσι τὰς ὁρτάς · [ οὗτοι οἱ Αἰθίοπες καὶ οἱ πλησιόχωροι τούτοισι σπέρματι μὲν χρέωνται τῷ αὐτῷ τῷ καὶ οἱ Καλλαντίαι Ἰνδοί , οἰκήματα δὲ ἔκτηνται κατάγαια . ] οὗτοι συναμφότεροι διὰ τρίτου ἔτεος ἀγίνεον , ἀγινέουσι δὲ καὶ τὸ μέχρι ἐμεῦ , δύο χοίνικας ἀπύρου χρυσίου καὶ διηκοσίας φάλαγγας ἐβένου καὶ πέντε παῖδας Αἰθίοπας καὶ ἐλέφαντος ὀδόντας μεγάλους εἴκοσι . Κόλχοι δὲ τὰ ἐτάξαντο ἐς τὴν δωρεὴν καὶ οἱ προσεχέες μέχρι Καυκάσιος ὄρεος ʹἐς τοῦτο γὰρ τὸ ὄρος ὑπὸ Πέρσῃσι ἄρχεται , τὰ δὲ πρὸς βορέην ἄνεμον τοῦ Καυκάσιος Περσέων οὐδὲν ἔτι φροντίζει ʹ , οὗτοι ὦν δῶρα τὰ ἐτάξαντο ἔτι καὶ ἐς ἐμὲ διὰ πεντετηρίδος ἀγίνεον , ἑκατὸν παῖδας καὶ ἑκατὸν παρθένους . Ἀράβιοι δὲ χίλια τάλαντα ἀγίνεον λιβανωτοῦ ἀνὰ πᾶν ἔτος . ταῦτα μὲν οὗτοι δῶρα πάρεξ τοῦ φόρου βασιλέι ἐκόμιζον .
3.98 τὸν δὲ χρυσὸν τοῦτον τὸν πολλὸν οἱ Ἰνδοί , ἀπ’ οὗ τὸ ψῆγμα τῷ βασιλέι τὸ εἰρημένον κομίζουσι , τρόπῳ τοιῷδε κτῶνται . ἔστι τῆς Ἰνδικῆς χώρης τὸ πρὸς ἥλιον ἀνίσχοντα ψάμμος · τῶν γὰρ ἡμεῖς ἴδμεν , τῶν καὶ πέρι ἀτρεκές τι λέγεται , πρῶτοι πρὸς ἠῶ καὶ ἡλίου ἀνατολὰς οἰκέουσι ἀνθρώπων τῶν ἐν τῇ Ἀσίῃ Ἰνδοί · Ἰνδῶν γὰρ τὸ πρὸς τὴν ἠῶ ἐρημίη ἐστὶ διὰ τὴν ψάμμον .