3.94 Μόσχοισι δὲ καὶ Τιβαρηνοῖσι καὶ Μάκρωσι καὶ Μοσσυνοίκοισι καὶ Μαρσὶ τριηκόσια τάλαντα προείρητο · νομὸς εἴνατος καὶ δέκατος οὗτος . Ἰνδῶν δὲ πλῆθός τε πολλῷ πλεῖστον ἐστὶ πάντων τῶν ἡμεῖς ἴδμεν ἀνθρώπων , καὶ φόρον ἀπαγίνεον πρὸς πάντας τοὺς ἄλλους ἑξήκοντα καὶ τριηκόσια τάλαντα ψήγματος · νομὸς εἰκοστὸς οὗτος .
3.95 τὸ μὲν δὴ ἀργύριον τὸ Βαβυλώνιον πρὸς τὸ Εὐβοϊκὸν συμβαλλόμενον τάλαντον γίνεται ὀγδώκοντα καὶ ὀκτακόσια καὶ εἰνακισχίλια τάλαντα · τὸ δὲ χρυσίον τρισκαιδεκαστάσιον λογιζόμενον , τὸ ψῆγμα εὑρίσκεται ἐὸν Εὐβοϊκῶν ταλάντων ὀγδώκοντα καὶ ἑξακοσίων καὶ τετρακισχιλίων . τούτων ὦν πάντων συντιθεμένων τὸ πλῆθος Εὐβοϊκὰ τάλαντα συνελέγετο ἐς τὸν ἐπέτειον φόρον Δαρείῳ μύρια καὶ τετρακισχίλια καὶ πεντακόσια καὶ ἑξήκοντα · τὸ δ’ ἔτι τούτων ἔλασσον ἀπιεὶς οὐ λέγω .
3.96 οὗτος Δαρείῳ προσήιε φόρος ἀπὸ τῆς τε Ἀσίης καὶ τῆς Λιβύης ὀλιγαχόθεν . προϊόντος μέντοι τοῦ χρόνου καὶ ἀπὸ νήσων προσήιε ἄλλος φόρος καὶ τῶν ἐν τῇ Εὐρώπῃ μέχρι Θεσσαλίης οἰκημένων . τοῦτον τὸν φόρον θησαυρίζει βασιλεὺς τρόπῳ τοιῷδε · ἐς πίθους κεραμίνους τήξας καταχέει , πλήσας δὲ τὸ ἄγγος περιαιρέει τὸν κέραμον · ἐπεὰν δὲ δεηθῇ χρημάτων , κατακόπτει τοσοῦτο ὅσου ἂν ἑκάστοτε δέηται .
3.97 αὗται μὲν ἀρχαί τε ἦσαν καὶ φόρων ἐπιτάξιες . Περσὶς δὲ χώρη μούνη μοι οὐκ εἴρηται δασμοφόρος · ἀτελέα γὰρ Πέρσαι νέμονται χώρην .