3.85 ἀμείβεται Οἰβάρης τοῖσιδε . ʹ εἰ μὲν δὴ δέσποτα ἐν τούτῳ τοι ἐστὶ βασιλέα εἶναι μή , θάρσεε τούτου εἵνεκεν καὶ θυμὸν ἔχε ἀγαθόν , ὡς βασιλεὺς οὐδεὶς ἄλλος πρὸ σεῦ ἔσται · τοιαῦτα ἔχω φάρμακα . ʹ λέγει Δαρεῖος ʹ εἰ τοίνυν τι τοιοῦτον ἔχεις σόφισμα , ὥρη μηχανᾶσθαι καὶ μὴ ἀναβάλλεσθαι , ὡς τῆς ἐπιούσης ἡμέρης ἀγὼν ἡμῖν ἐστί . ʹ ἀκούσας ταῦτα Οἰβάρης ποιέει τοιόνδε · ὡς ἐγίνετο νύξ , τῶν θηλέων ἵππων μίαν , τὴν Δαρείου ἵππος ἔστεργε μάλιστα , ταύτην ἀγαγὼν ἐς τὸ προάστειον κατέδησε καὶ ἐπήγαγε τὸν Δαρείου ἵππον , καὶ τὰ μὲν πολλὰ περιῆγε ἀγχοῦ τῇ ἵππῳ ἐγχρίμπτων τῇ θηλέῃ , τέλος δὲ ἐπῆκε ὀχεῦσαι τὸν ἵππον .
3.86 ἅμ’ ἡμέρῃ δὲ διαφωσκούσῃ οἱ ἓξ κατὰ συνεθήκαντο παρῆσαν ἐπὶ τῶν ἵππων · διεξελαυνόντων δὲ κατὰ τὸ προάστειον , ὡς κατὰ τοῦτο τὸ χωρίον ἐγίνοντο ἵνα τῆς παροιχομένης νυκτὸς κατεδέδετο θήλεα ἵππος , ἐνθαῦτα Δαρείου ἵππος προσδραμὼν ἐχρεμέτισε · ἅμα δὲ τῷ ἵππῳ τοῦτο ποιήσαντι ἀστραπὴ ἐξ αἰθρίης καὶ βροντὴ ἐγένετο . ἐπιγενόμενα δὲ ταῦτα τῷ Δαρείῳ ἐτελέωσέ μιν ὥσπερ ἐκ συνθέτου τευ γενόμενα · οἳ δὲ καταθορόντες ἀπὸ τῶν ἵππων προσεκύνεον τὸν Δαρεῖον .