3.87 οἳ μὲν δή φασι τὸν Οἰβάρεα ταῦτα μηχανήσασθαι , οἳ δὲ τοιάδε ʹκαὶ γὰρ ἐπ’ ἀμφότερα λέγεται ὑπὸ Περσέων̓ , ὡς τῆς ἵππου ταύτης τῶν ἄρθρων ἐπιψαύσας τῇ χειρὶ ἔχοι αὐτὴν κρύψας ἐν τῇσι ἀναξυρίσι · ὡς δὲ ἅμα τῷ ἡλίῳ ἀνιόντι ἀπίεσθαι μέλλειν τοὺς ἵππους , τὸν Οἰβάρεα τοῦτον ἐξείραντα τὴν χεῖρα πρὸς τοῦ Δαρείου ἵππου τοὺς μυκτῆρας προσενεῖκαι , τὸν δὲ αἰσθόμενον φριμάξασθαί τε καὶ χρεμετίσαι .
3.88 Δαρεῖός τε δὴ Ὑστάσπεος βασιλεὺς ἀπεδέδεκτο , καί οἱ ἦσαν ἐν τῇ Ἀσίῃ πάντες κατήκοοι πλὴν Ἀραβίων , Κύρου τε καταστρεψαμένου καὶ ὕστερον αὖτις Καμβύσεω . Ἀράβιοι δὲ οὐδαμὰ κατήκουσαν ἐπὶ δουλοσύνῃ Πέρσῃσι , ἀλλὰ ξεῖνοι ἐγένοντο παρέντες Καμβύσεα ἐπ’ Αἴγυπτον · ἀεκόντων γὰρ Ἀραβίων οὐκ ἂν ἐσβάλοιεν Πέρσαι ἐς Αἴγυπτον . γάμους τε τοὺς πρώτους ἐγάμεε Πέρσῃσι Δαρεῖος , Κύρου μὲν δύο θυγατέρας Ἄτοσσάν τε καὶ Ἀρτυστώνην , τὴν μὲν Ἄτοσσαν προσυνοικήσασαν Καμβύσῃ τε τῷ ἀδελφεῷ καὶ αὖτις τῷ Μάγῳ , τὴν δὲ Ἀρτυστώνην παρθένον · ἑτέρην δὲ Σμέρδιος τοῦ Κύρου θυγατέρα ἔγημε , τῇ οὔνομα ἦν Πάρμυς · ἔσχε δὲ καὶ τὴν τοῦ Ὀτάνεω θυγατέρα , τὸν Μάγον κατάδηλον ἐποίησε · δυνάμιός τε πάντα οἱ ἐπιμπλέατο . πρῶτον μέν νυν τύπον ποιησάμενος λίθινον ἔστησε · ζῷον δέ οἱ ἐνῆν ἀνὴρ ἱππεύς , ἐπέγραψε δὲ γράμματα λέγοντα τάδε · ʹ Δαρεῖος Ὑστάσπεος σύν τε τοῦ ἵππου τῇ ἀρετῇ ʹ τὸ οὔνομα λέγων ʹ καὶ Οἰβάρεος τοῦ ἱπποκόμου ἐκτήσατο τὴν Περσέων βασιληίην . ʹ