3.84 οἱ δὲ λοιποὶ τῶν ἑπτὰ ἐβουλεύοντο ὡς βασιλέα δικαιότατα στήσονται · καί σφι ἔδοξε Ὀτάνῃ μὲν καὶ τοῖσι ἀπὸ Ὀτάνεω αἰεὶ γινομένοισι , ἢν ἐς ἄλλον τινὰ τῶν ἑπτὰ ἔλθῃ βασιληίη , ἐξαίρετα δίδοσθαι ἐσθῆτά τε Μηδικὴν ἔτεος ἑκάστου καὶ τὴν πᾶσαν δωρεὴν γίνεται ἐν Πέρσῃσι τιμιωτάτη . τοῦδε δὲ εἵνεκεν ἐβούλευσάν οἱ δίδοσθαι ταῦτα , ὅτι ἐβούλευσέ τε πρῶτος τὸ πρῆγμα καὶ συνέστησε αὐτούς . ταῦτα μὲν δὴ Ὀτάνῃ ἐξαίρετα , τάδε δὲ ἐς τὸ κοινὸν ἐβούλευσαν , παριέναι ἐς τὰ βασιλήια πάντα τὸν βουλόμενον τῶν ἑπτὰ ἄνευ ἐσαγγελέος , ἢν μὴ τυγχάνῃ εὕδων μετὰ γυναικὸς βασιλεύς , γαμέειν δὲ μὴ ἐξεῖναι ἄλλοθεν τῷ βασιλέι ἐκ τῶν συνεπαναστάντων . περὶ δὲ τῆς βασιληίης ἐβούλευσαν τοιόνδε · ὅτευ ἂν ἵππος ἡλίου ἐπανατέλλοντος πρῶτος φθέγξηται , ἐν τῷ προαστείῳ αὐτῶν ἐπιβεβηκότων , τοῦτον ἔχειν τὴν βασιληίην .
3.85 Δαρείῳ δὲ ἦν ἱπποκόμος ἀνὴρ σοφός , τῷ οὔνομα ἦν Οἰβάρης . πρὸς τοῦτον τὸν ἄνδρα , ἐπείτε διελύθησαν , ἔλεξε Δαρεῖος τάδε . ʹ Οἴβαρες , ἡμῖν δέδοκται περὶ τῆς βασιληίης ποιέειν κατὰ τάδε · ὅτευ ἂν ἵππος πρῶτος φθέγξηται ἅμα τῷ ἡλίῳ ἀνιόντι αὐτῶν ἐπαναβεβηκότων , τοῦτον ἔχειν τὴν βασιληίην . νῦν ὦν εἴ τινα ἔχεις σοφίην , μηχανῶ ὡς ἂν ἡμεῖς σχῶμεν τοῦτο τὸ γέρας καὶ μὴ ἄλλος τις . ʹ