3.82 ἑνὶ δὲ ἔπεϊ πάντα συλλαβόντα εἰπεῖν , κόθεν ἡμῖν ἐλευθερίη ἐγένετο καὶ τεῦ δόντος ; κότερα παρὰ τοῦ δήμου ὀλιγαρχίης μουνάρχου ; ἔχω τοίνυν γνώμην ἡμέας ἐλευθερωθέντας διὰ ἕνα ἄνδρα τὸ τοιοῦτο περιστέλλειν , χωρίς τε τούτου πατρίους νόμους μὴ λύειν ἔχοντας εὖ · οὐ γὰρ ἄμεινον . ʹ
3.83 γνῶμαι μὲν δὴ τρεῖς αὗται προεκέατο , οἱ δὲ τέσσερες τῶν ἑπτὰ ἀνδρῶν προσέθεντο ταύτῃ . ὡς δὲ ἑσσώθη τῇ γνώμῃ Ὀτάνης Πέρσῃσι ἰσονομίην σπεύδων ποιῆσαι , ἔλεξε ἐς μέσον αὐτοῖσι τάδε . ʹ ἄνδρες στασιῶται , δῆλα γὰρ δὴ ὅτι δεῖ ἕνα γε τινὰ ἡμέων βασιλέα γενέσθαι , ἤτοι κλήρῳ γε λαχόντα , ἐπιτρεψάντων τῷ Περσέων πλήθεϊ τὸν ἂν ἐκεῖνο ἕληται , ἄλλῃ τινὶ μηχανῇ . ἐγὼ μέν νυν ὑμῖν οὐκ ἐναγωνιεῦμαι · οὔτε γὰρ ἄρχειν οὔτε ἄρχεσθαι ἐθέλω · ἐπὶ τούτῳ δὲ ὑπεξίσταμαι τῆς ἀρχῆς , ἐπ’ τε ὑπ’ οὐδενὸς ὑμέων ἄρξομαι , οὔτε αὐτὸς ἐγὼ οὔτε οἱ ἀπ’ ἐμεῦ αἰεὶ γινόμενοι . ʹ τούτου εἴπαντος ταῦτα ὡς συνεχώρεον οἱ ἓξ ἐπὶ τούτοισι , οὗτος μὲν δή σφι οὐκ ἐνηγωνίζετο ἀλλ’ ἐκ μέσου κατῆστο , καὶ νῦν αὕτη οἰκίη διατελέει μούνη ἐλευθέρη ἐοῦσα Περσέων καὶ ἄρχεται τοσαῦτα ὅσα αὐτὴ θέλει , νόμους οὐκ ὑπερβαίνουσα τοὺς Περσέων .