3.82 Μεγάβυζος μὲν δὴ ταύτην γνώμην ἐσέφερε · τρίτος δὲ Δαρεῖος ἀπεδείκνυτο γνώμην , λέγων ʹ ἐμοὶ δὲ τὰ μὲν εἶπε Μεγάβυζος ἐς τὸ πλῆθος ἔχοντα δοκέει ὀρθῶς λέξαι , τὰ δὲ ἐς ὀλιγαρχίην οὐκ ὀρθῶς . τριῶν γὰρ προκειμένων καὶ πάντων τῷ λόγῳ ἀρίστων ἐόντων , δήμου τε ἀρίστου καὶ ὀλιγαρχίης καὶ μουνάρχου , πολλῷ τοῦτο προέχειν λέγω . ἀνδρὸς γὰρ ἑνὸς τοῦ ἀρίστου οὐδὲν ἄμεινον ἂν φανείη · γνώμῃ γὰρ τοιαύτῃ χρεώμενος ἐπιτροπεύοι ἂν ἀμωμήτως τοῦ πλήθεος , σιγῷτό τε ἂν βουλεύματα ἐπὶ δυσμενέας ἄνδρας οὕτω μάλιστα . ἐν δὲ ὀλιγαρχίῃ πολλοῖσι ἀρετὴν ἐπασκέουσι ἐς τὸ κοινὸν ἔχθεα ἴδια ἰσχυρὰ φιλέει ἐγγίνεσθαι · αὐτὸς γὰρ ἕκαστος βουλόμενος κορυφαῖος εἶναι γνώμῃσί τε νικᾶν ἐς ἔχθεα μεγάλα ἀλλήλοισι ἀπικνέονται , ἐξ ὧν στάσιες ἐγγίνονται , ἐκ δὲ τῶν στασίων φόνος · ἐκ δὲ τοῦ φόνου ἀπέβη ἐς μουναρχίην , καὶ ἐν τούτῳ διέδεξε ὅσῳ ἐστὶ τοῦτο ἄριστον . δήμου τε αὖ ἄρχοντος ἀδύνατα μὴ οὐ κακότητα ἐγγίνεσθαι · κακότητος τοίνυν ἐγγινομένης ἐς τὰ κοινὰ ἔχθεα μὲν οὐκ ἐγγίνεται τοῖσι κακοῖσι , φιλίαι δὲ ἰσχυραί · οἱ γὰρ κακοῦντες τὰ κοινὰ συγκύψαντες ποιεῦσι . τοῦτο δὲ τοιοῦτο γίνεται ἐς ἂν προστάς τις τοῦ δήμου τοὺς τοιούτους παύσῃ . ἐκ δὲ αὐτῶν θωμάζεται οὗτος δὴ ὑπὸ τοῦ δήμου , θωμαζόμενος δὲ ἀν’ ὦν ἐφάνη μούναρχος ἐών , καὶ ἐν τούτῳ δηλοῖ καὶ οὗτος ὡς μουναρχίη κράτιστον .