3.80 πλῆθος δὲ ἄρχον πρῶτα μὲν οὔνομα πάντων κάλλιστον ἔχει , ἰσονομίην , δεύτερα δὲ τούτων τῶν μούναρχος ποιέει οὐδέν · πάλῳ μὲν ἀρχὰς ἄρχει , ὑπεύθυνον δὲ ἀρχὴν ἔχει , βουλεύματα δὲ πάντα ἐς τὸ κοινὸν ἀναφέρει . τίθεμαι ὦν γνώμην μετέντας ἡμέας μουναρχίην τὸ πλῆθος ἀέξειν · ἐν γὰρ τῷ πολλῷ ἔνι τὰ πάντα . ʹ
3.81 Ὀτάνης μὲν δὴ ταύτην γνώμην ἐσέφερε · Μεγάβυζος δὲ ὀλιγαρχίῃ ἐκέλευε ἐπιτρέπειν , λέγων τάδε . ʹ τὰ μὲν Ὀτάνης εἶπε τυραννίδα παύων , λελέχθω κἀμοὶ ταῦτα , τὰ δ’ ἐς τὸ πλῆθος ἄνωγε φέρειν τὸ κράτος , γνώμης τῆς ἀρίστης ἡμάρτηκε · ὁμίλου γὰρ ἀχρηίου οὐδέν ἐστι ἀξυνετώτερον οὐδὲ ὑβριστότερον . καίτοι τυράννου ὕβριν φεύγοντας ἄνδρας ἐς δήμου ἀκολάστου ὕβριν πεσεῖν ἐστὶ οὐδαμῶς ἀνασχετόν . μὲν γὰρ εἴ τι ποιέει , γινώσκων ποιέει , τῷ δὲ οὐδὲ γινώσκειν ἔνι · κῶς γὰρ ἂν γινώσκοι ὃς οὔτ’ ἐδιδάχθη οὔτε εἶδε καλὸν οὐδὲν οἰκήιον , ὠθέει τε ἐμπεσὼν τὰ πρήγματα ἄνευ νόου , χειμάρρῳ ποταμῷ εἴκελος ; δήμῳ μέν νυν , οἳ Πέρσῃσι κακὸν νοέουσι , οὗτοι χράσθων , ἡμεῖς δὲ ἀνδρῶν τῶν ἀρίστων ἐπιλέξαντες ὁμιλίην τούτοισι περιθέωμεν τὸ κράτος · ἐν γὰρ δὴ τούτοισι καὶ αὐτοὶ ἐνεσόμεθα · ἀρίστων δὲ ἀνδρῶν οἰκὸς ἄριστα βουλεύματα γίνεσθαι . ʹ