3.80 ἐπείτε δὲ κατέστη θόρυβος καὶ ἐκτὸς πέντε ἡμερέων ἐγένετο , ἐβουλεύοντο οἱ ἐπαναστάντες τοῖσι Μάγοισι περὶ τῶν πάντων πρηγμάτων καὶ ἐλέχθησαν λόγοι ἄπιστοι μὲν ἐνίοισι Ἑλλήνων , ἐλέχθησαν δ’ ὦν . Ὀτάνης μὲν ἐκέλευε ἐς μέσον Πέρσῃσι καταθεῖναι τὰ πρήγματα , λέγων τάδε . ʹ ἐμοὶ δοκέει ἕνα μὲν ἡμέων μούναρχον μηκέτι γενέσθαι . οὔτε γὰρ ἡδὺ οὔτε ἀγαθόν . εἴδετε μὲν γὰρ τὴν Καμβύσεω ὕβριν ἐπ’ ὅσον ἐπεξῆλθε , μετεσχήκατε δὲ καὶ τῆς τοῦ Μάγου ὕβριος . κῶς δ’ ἂν εἴη χρῆμα κατηρτημένον μουναρχίη , τῇ ἔξεστι ἀνευθύνῳ ποιέειν τὰ βούλεται ; καὶ γὰρ ἂν τὸν ἄριστον ἀνδρῶν πάντων στάντα ἐς ταύτην ἐκτὸς τῶν ἐωθότων νοημάτων στήσειε . ἐγγίνεται μὲν γάρ οἱ ὕβρις ὑπὸ τῶν παρεόντων ἀγαθῶν , φθόνος δὲ ἀρχῆθεν ἐμφύεται ἀνθρώπῳ . δύο δ’ ἔχων ταῦτα ἔχει πᾶσαν κακότητα · τὰ μὲν γὰρ ὕβρι κεκορημένος ἔρδει πολλὰ καὶ ἀτάσθαλα , τὰ δὲ φθόνῳ . καίτοι ἄνδρα γε τύραννον ἄφθονον ἔδει εἶναι , ἔχοντά γε πάντα τὰ ἀγαθά . τὸ δὲ ὑπεναντίον τούτου ἐς τοὺς πολιήτας πέφυκε · φθονέει γὰρ τοῖσι ἀρίστοισι περιεοῦσί τε καὶ ζώουσι , χαίρει δὲ τοῖσι κακίστοισι τῶν ἀστῶν , διαβολὰς δὲ ἄριστος ἐνδέκεσθαι . ἀναρμοστότατον δὲ πάντων · ἤν τε γὰρ αὐτὸν μετρίως θωμάζῃς , ἄχθεται ὅτι οὐ κάρτα θεραπεύεται , ἤν τε θεραπεύῃ τις κάρτα , ἄχθεται ἅτε θωπί . τὰ δὲ δὴ μέγιστα ἔρχομαι ἐρέων · νόμαιά τε κινέει πάτρια καὶ βιᾶται γυναῖκας κτείνει τε ἀκρίτους .