3.78 συμπλακέντος δὲ Γοβρύεω τῷ Μάγῳ Δαρεῖος ἐπεστεὼς ἠπόρεε οἷα ἐν σκότεϊ , προμηθεόμενος μὴ πλήξῃ τὸν Γοβρύην . ὁρέων δέ μιν ἀργὸν ἐπεστεῶτα Γοβρύης εἴρετο τι οὐ χρᾶται τῇ χειρί · δὲ εἶπε ʹ Προμηθεόμενος σέο , μὴ πλήξω . ʹ Γοβρύης δὲ ἀμείβετο ʹ ὤθεε τὸ ξίφος καὶ δι’ ἀμφοτέρων . ʹ Δαρεῖος δὲ πειθόμενος ὦσέ τε τὸ ἐγχειρίδιον καὶ ἔτυχέ κως τοῦ Μάγου .
3.79 ἀποκτείναντες δὲ τοὺς Μάγους καὶ ἀποταμόντες αὐτῶν τὰς κεφαλάς , τοὺς μὲν τρωματίας ἑωυτῶν αὐτοῦ λείπουσι καὶ ἀδυνασίης εἵνεκεν καὶ φυλακῆς τῆς ἀκροπόλιος , οἱ δὲ πέντε αὐτῶν ἔχοντες τῶν Μάγων τὰς κεφαλὰς ἔθεον βοῇ τε καὶ πατάγῳ χρεώμενοι , καὶ Πέρσας τοὺς ἄλλους ἐπεκαλέοντο ἐξηγεόμενοί τε τὸ πρῆγμα καὶ δεικνύοντες τὰς κεφαλάς , καὶ ἅμα ἔκτεινον πάντα τινὰ τῶν Μάγων τὸν ἐν ποσὶ γινόμενον . οἱ δὲ Πέρσαι μαθόντες τὸ γεγονὸς ἐκ τῶν ἑπτὰ καὶ τῶν Μάγων τὴν ἀπάτην , ἐδικαίευν καὶ αὐτοὶ ἕτερα τοιαῦτα ποιέειν , σπασάμενοι δὲ τὰ ἐγχειρίδια ἔκτεινον ὅκου τινὰ Μάγον εὕρισκον · εἰ δὲ μὴ νὺξ ἐπελθοῦσα ἔσχε , ἔλιπον ἂν οὐδένα Μάγον . ταύτην τὴν ἡμέρην θεραπεύουσι Πέρσαι κοινῇ μάλιστα τῶν ἡμερέων , καὶ ἐν αὐτῇ ὁρτὴν μεγάλην ἀνάγουσι , κέκληται ὑπὸ Περσέων μαγοφόνια · ἐν τῇ Μάγον οὐδένα ἔξεστι φανῆναι ἐς τὸ φῶς , ἀλλὰ κατ’ οἴκους ἑωυτοὺς οἱ Μάγοι ἔχουσι τὴν ἡμέρην ταύτην .