3.77 ἐπείτε δὲ καὶ παρῆλθον ἐς τὴν αὐλήν , ἐνέκυρσαν τοῖσι τὰς ἀγγελίας ἐσφέρουσι εὐνούχοισι · οἵ σφεας ἱστόρεον τι θέλοντες ἥκοιεν , καὶ ἅμα ἱστορέοντες τούτους τοῖσι πυλουροῖσι ἀπείλεον ὅτι σφέας παρῆκαν , ἶσχόν τε βουλομένους τοὺς ἑπτὰ ἐς τὸ πρόσω παριέναι . οἳ δὲ διακελευσάμενοι καὶ σπασάμενοι τὰ ἐγχειρίδια τούτους μὲν τοὺς ἴσχοντας αὐτοῦ ταύτῃ συγκεντέουσι , αὐτοὶ δὲ ἤισαν δρόμῳ ἐς τὸν ἀνδρεῶνα .
3.78 οἱ δὲ Μάγοι ἔτυχον ἀμφότεροι τηνικαῦτα ἐόντες τε ἔσω καὶ τὰ ἀπὸ Πρηξάσπεος γενόμενα ἐν βουλῇ ἔχοντες . ἐπεὶ ὦν εἶδον τοὺς εὐνούχους τεθορυβημένους τε καὶ βοῶντας , ἀνά τε ἔδραμον πάλιν ἀμφότεροι καὶ ὡς ἔμαθον τὸ ποιεύμενον πρὸς ἀλκὴν ἐτράποντο . μὲν δὴ αὐτῶν φθάνει τὰ τόξα κατελόμενος , δὲ πρὸς τὴν αἰχμὴν ἐτράπετο . ἐνθαῦτα δὴ συνέμισγον ἀλλήλοισι . τῷ μὲν δὴ τὰ τόξα ἀναλαβόντι αὐτῶν , ἐόντων τε ἀγχοῦ τῶν πολεμίων καὶ προσκειμένων , ἦν χρηστὰ οὐδέν · δ’ ἕτερος τῇ αἰχμῇ ἠμύνετο καὶ τοῦτο μὲν Ἀσπαθίνην παίει ἐς τὸν μηρόν , τοῦτο δὲ Ἰνταφρένεα ἐς τὸν ὀφθαλμόν · καὶ ἐστερήθη μὲν τοῦ ὀφθαλμοῦ ἐκ τοῦ τρώματος Ἰνταφρένης , οὐ μέντοι ἀπέθανέ γε . τῶν μὲν δὴ Μάγων οὕτερος τρωματίζει τούτους · δὲ ἕτερος , ἐπείτε οἱ τὰ τόξα οὐδὲν χρηστὰ ἐγίνετο , ἦν γὰρ δὴ θάλαμος ἐσέχων ἐς τὸν ἀνδρεῶνα , ἐς τοῦτον καταφεύγει , θέλων αὐτοῦ προσθεῖναι τὰς θύρας , καί οἱ συνεσπίπτουσι τῶν ἑπτὰ δύο , Δαρεῖός τε καὶ Γοβρύης .