3.72 ἔνθα γάρ τι δεῖ ψεῦδος λέγεσθαι , λεγέσθω . τοῦ γὰρ αὐτοῦ γλιχόμεθα οἵ τε ψευδόμενοι καὶ οἱ τῇ ἀληθείῃ διαχρεώμενοι . οἳ μέν γε ψεύδονται τότε ἐπεάν τι μέλλωσι τοῖσι ψεύδεσι πείσαντες κερδήσεσθαι , οἳ δ’ ἀληθίζονται ἵνα τῇ ἀληθείῃ ἐπισπάσωνται κέρδος καί τι μᾶλλόν σφι ἐπιτράπηται . οὕτω οὐ ταὐτὰ ἀσκέοντες τὠυτοῦ περιεχόμεθα . εἰ δὲ μηδὲν κερδήσεσθαι μέλλοιεν , ὁμοίως ἂν τε ἀληθιζόμενος ψευδὴς εἴη καὶ ψευδόμενος ἀληθής . ὃς ἂν μέν νυν τῶν πυλουρῶν ἑκὼν παριῇ , αὐτῷ οἱ ἄμεινον ἐς χρόνον ἔσται · ὃς δ’ ἂν ἀντιβαίνειν πειρᾶται , δεικνύσθω ἐνθαῦτα ἐὼν πολέμιος , καὶ ἔπειτα ὠσάμενοι ἔσω ἔργου ἐχώμεθα . ʹ
3.73 λέγει Γοβρύης μετὰ ταῦτα ʹ ἄνδρες φίλοι , ἡμῖν κότε κάλλιον παρέξει ἀνασώσασθαι τὴν ἀρχήν , εἴ γε μὴ οἷοί τε ἐσόμεθα αὐτὴν ἀναλαβεῖν , ἀποθανεῖν ; ὅτε γε ἀρχόμεθα μὲν ἐόντες Πέρσαι ὑπὸ Μήδου ἀνδρὸς Μάγου , καὶ τούτου ὦτα οὐκ ἔχοντος . ὅσοι τε ὑμέων Καμβύσῃ νοσέοντι παρεγένοντο , πάντως κου μέμνησθε τὰ ἐπέσκηψε Πέρσῃσι τελευτῶν τὸν βίον μὴ πειρωμένοισι ἀνακτᾶσθαι τὴν ἀρχήν · τὰ τότε οὐκ ἐνεδεκόμεθα , ἀλλ’ ἐπὶ διαβολῇ ἐδοκέομεν εἰπεῖν Καμβύσεα . νῦν ὦν τίθεμαι ψῆφον πείθεσθαι Δαρείῳ καὶ μὴ διαλύεσθαι ἐκ τοῦ συλλόγου τοῦδε ἀλλ’ ἐπὶ τὸν Μάγον ἰθέως . ʹ ταῦτα εἶπε Γοβρύης , καὶ πάντες ταύτῃ αἴνεον .