3.74 ἐν δὲ οὗτοι ταῦτα ἐβουλεύοντο , ἐγίνετο κατὰ συντυχίην τάδε . τοῖσι Μάγοισι ἔδοξε βουλευομένοισι Πρηξάσπεα φίλον προσθέσθαι , ὅτι τε ἐπεπόνθεε πρὸς Καμβύσεω ἀνάρσια , ὅς οἱ τὸν παῖδα τοξεύσας ἀπολωλέκεε , καὶ διότι μοῦνος ἠπίστατο τὸν Σμέρδιος τοῦ Κύρου θάνατον αὐτοχειρίῃ μιν ἀπολέσας , πρὸς δ’ ἔτι ἐόντα ἐν αἴνῃ μεγίστῃ τὸν Πρηξάσπεα ἐν Πέρσῃσι . τούτων δή μιν εἵνεκεν καλέσαντες φίλον προσεκτῶντο πίστι τε λαβόντες καὶ ὁρκίοισι , μὲν ἕξειν παρ’ ἑωυτῷ μηδ’ ἐξοίσειν μηδενὶ ἀνθρώπων τὴν ἀπὸ σφέων ἀπάτην ἐς Πέρσας γεγονυῖαν , ὑπισχνεύμενοι τὰ πάντα οἱ μυρία δώσειν . ὑποσχομένου δὲ τοῦ Πρηξάσπεος ποιήσειν ταῦτα , ὡς ἀνέπεισάν μιν οἱ Μάγοι , δεύτερα προσέφερον , αὐτοὶ μὲν φάμενοι Πέρσας πάντας συγκαλέειν ὑπὸ τὸ βασιλήιον τεῖχος , κεῖνον δ’ ἐκέλευον ἀναβάντα ἐπὶ πύργον ἀγορεῦσαι ὡς ὑπὸ τοῦ Κύρου Σμέρδιος ἄρχονται καὶ ὑπ’ οὐδενὸς ἄλλου . ταῦτα δὲ οὕτω ἐνετέλλοντο ὡς πιστοτάτου δῆθεν ἐόντος αὐτοῦ ἐν Πέρσῃσι καὶ πολλάκις ἀποδεξαμένου γνώμην ὡς περιείη Κύρου Σμέρδις , καὶ ἐξαρνησαμένου τὸν φόνον αὐτοῦ .
3.75 φαμένου δὲ καὶ ταῦτα ἑτοίμου εἶναι ποιέειν τοῦ Πρηξάσπεος , συγκαλέσαντες Πέρσας οἱ Μάγοι ἀνεβίβασαν αὐτὸν ἐπὶ πύργον καὶ ἀγορεύειν ἐκέλευον . δὲ τῶν μὲν ἐκεῖνοι προσεδέοντο αὐτοῦ , τούτων μὲν ἑκὼν ἐπελήθετο , ἀρξάμενος δὲ ἀπ’ Ἀχαιμένεος ἐγενεηλόγησε τὴν πατριὴν τὴν Κύρου , μετὰ δὲ ὡς ἐς τοῦτον κατέβη τελευτῶν ἔλεγε ὅσα ἀγαθὰ Κῦρος Πέρσας πεποιήκοι ,