3.71 λέγει πρὸς ταῦτα Δαρεῖος ʹ ἄνδρες οἱ παρεόντες , τρόπῳ τῷ εἰρημένῳ ἐξ Ὀτάνεω εἰ χρήσεσθε , ἐπίστασθε ὅτι ἀπολέεσθε κάκιστα · ἐξοίσει γάρ τις πρὸς τὸν Μάγον , ἰδίῃ περιβαλλόμενος ἑωυτῷ κέρδεα . μάλιστα μέν νυν ὠφείλετε ἐπ’ ὑμέων αὐτῶν βαλλόμενοι ποιέειν ταῦτα · ἐπείτε δὲ ὑμῖν ἀναφέρειν ἐς πλεῦνας ἐδόκεε καὶ ἐμοὶ ὑπερέθεσθε , ποιέωμεν σήμερον ἴστε ὑμῖν ὅτι ἢν ὑπερπέσῃ νῦν ἡμέρη , ὡς οὐκ ἄλλος φθὰς ἐμεῦ κατήγορος ἔσται , ἀλλά σφεα αὐτὸς ἐγὼ κατερέω πρὸς τὸν Μάγον . ʹ
3.72 λέγει πρὸς ταῦτα Ὀτάνης , ἐπειδὴ ὥρα σπερχόμενον Δαρεῖον , ʹ ἐπείτε ἡμέας συνταχύνειν ἀναγκάζεις καὶ ὑπερβάλλεσθαι οὐκ ἐᾷς , ἴθι ἐξηγέο αὐτὸς ὅτεῳ τρόπῳ πάριμεν ἐς τὰ βασιλήια καὶ ἐπιχειρήσομεν αὐτοῖσι . φυλακὰς γὰρ δὴ διεστεώσας οἶδάς κου καὶ αὐτός , εἰ μὴ ἰδών , ἀλλ’ ἀκούσας · τὰς τέῳ τρόπῳ περήσομεν ; ʹ ἀμείβεται Δαρεῖος τοῖσιδε . ʹ Ὀτάνη , πολλά ἐστι τὰ λόγῳ μὲν οὐκ οἷά τε δηλῶσαι , ἔργῳ δέ · ἄλλα δ’ ἐστὶ τὰ λόγῳ μὲν οἷά τε , ἔργον δὲ οὐδὲν ἀπ’ αὐτῶν λαμπρὸν γίνεται . ὑμεῖς δὲ ἴστε φυλακὰς τὰς κατεστεώσας ἐούσας οὐδὲν χαλεπὰς παρελθεῖν . τοῦτο μὲν γὰρ ἡμέων ἐόντων τοιῶνδε οὐδεὶς ὅστις οὐ παρήσει , τὰ μέν κου καταιδεόμενος ἡμέας , τὰ δέ κου καὶ δειμαίνων · τοῦτο δὲ ἔχω αὐτὸς σκῆψιν εὐπρεπεστάτην τῇ πάριμεν , φὰς ἄρτι τε ἥκειν ἐκ Περσέων καὶ βούλεσθαί τι ἔπος παρὰ τοῦ πατρὸς σημῆναι τῷ βασιλέι .