3.70 δὲ Ὀτάνης παραλαβὼν Ἀσπαθίνην καὶ Γοβρύην , Περσέων τε πρώτους ἐόντας καὶ ἑωυτῷ ἐπιτηδεοτάτους ἐς πίστιν , ἀπηγήσατο πᾶν τὸ πρῆγμα · οἳ δὲ καὶ αὐτοὶ ἄρα ὑπώπτευον οὕτω τοῦτο ἔχειν , ἀνενείκαντος δὲ τοῦ Ὀτάνεω τοὺς λόγους ἐδέξαντο , καὶ ἔδοξέ σφι ἕκαστον ἄνδρα Περσέων προσεταιρίσασθαι τοῦτον ὅτεῳ πιστεύει μάλιστα . Ὀτάνης μέν νυν ἐσάγεται Ἰνταφρένεα , Γοβρύης δὲ Μεγάβυζον , Ἀσπαθίνης δὲ Ὑδάρνεα . γεγονότων δὲ τούτων ἓξ παραγίνεται ἐς τὰ Σοῦσα Δαρεῖος Ὑστάσπεος ἐκ Περσέων ἥκων · τούτων γὰρ δὴ ἦν οἱ πατὴρ ὕπαρχος . ἐπεὶ ὦν οὗτος ἀπίκετο , τοῖσι ἓξ τῶν Περσέων ἔδοξε καὶ Δαρεῖον προσεταιρίσασθαι .
3.71 συνελθόντες δὲ οὗτοι ἐόντες ἑπτὰ ἐδίδοσαν σφίσι πίστις καὶ λόγους . ἐπείτε δὲ ἐς Δαρεῖον ἀπίκετο γνώμην ἀποφαίνεσθαι , ἔλεγέ σφι τάδε . ʹ ἐγὼ ταῦτα ἐδόκεον μὲν αὐτὸς μοῦνος ἐπίστασθαι , ὅτι τε Μάγος εἴη βασιλεύων καὶ Σμέρδις Κύρου τετελεύτηκε · καὶ αὐτοῦ τούτου εἵνεκεν ἥκω σπουδῇ ὡς συστήσων ἐπὶ τῷ Μάγῳ θάνατον . ἐπείτε δὲ συνήνεικε ὥστε καὶ ὑμέας εἰδέναι καὶ μὴ μοῦνον ἐμέ , ποιέειν αὐτίκα μοι δοκέει καὶ μὴ ὑπερβάλλεσθαι · οὐ γὰρ ἄμεινον . ʹ εἶπε πρὸς ταῦτα Ὀτάνης ʹ παῖ Ὑστάσπεος , εἶς τε πατρὸς ἀγαθοῦ καὶ ἐκφαίνειν ἔοικας σεωυτὸν ἐόντα τοῦ πατρὸς οὐδὲν ἥσσω · τὴν μέντοι ἐπιχείρησιν ταύτην μὴ οὕτω συντάχυνε ἀβούλως , ἀλλ’ ἐπὶ τὸ σωφρονέστερον αὐτὴν λάμβανε · δεῖ γὰρ πλεῦνας γενομένους οὕτω ἐπιχειρέειν . ʹ