3.69 ʹ θύγατερ , δεῖ σε γεγονυῖαν εὖ κίνδυνον ἀναλαβέσθαι τὸν ἂν πατὴρ ὑποδύνειν κελεύῃ . εἰ γὰρ δὴ μή ἐστι Κύρου Σμέρδις ἀλλὰ τὸν καταδοκέω ἐγώ , οὔτοι μιν σοί τε συγκοιμώμενον καὶ τὸ Περσέων κράτος ἔχοντα δεῖ χαίροντα ἀπαλλάσσειν , ἀλλὰ δοῦναι δίκην . νῦν ὦν ποίησον τάδε · ἐπεὰν σοὶ συνεύδῃ καὶ μάθῃς αὐτὸν κατυπνωμένον , ἄφασον αὐτοῦ τὰ ὦτα · καὶ ἢν μὲν φαίνηται ἔχων ὦτα , νόμιζε σεωυτὴν Σμέρδι τῷ Κύρου συνοικέειν , ἢν δὲ μὴ ἔχων , σὺ δὲ τῷ Μάγῳ Σμέρδι . ʹ ἀντιπέμπει πρὸς ταῦτα Φαιδύμη φαμένη κινδυνεύσειν μεγάλως , ἢν ποιέῃ ταῦτα · εἰ γὰρ δὴ μὴ τυγχάνει τὰ ὦτα ἔχων , ἐπίλαμπτος δὲ ἀφάσσουσα ἔσται , εὖ εἰδέναι ὡς ἀιστώσει μιν · ὅμως μέντοι ποιήσειν ταῦτα . μὲν δὴ ὑπεδέξατο ταῦτα τῷ πατρὶ κατεργάσεσθαι . τοῦ δὲ Μάγου τούτου τοῦ Σμέρδιος Κῦρος Καμβύσεω ἄρχων τὰ ὦτα ἀπέταμε ἐπ’ αἰτίῃ δή τινι οὐ σμικρῇ . ὦν δὴ Φαιδύμη αὕτη , τοῦ Ὀτάνεω θυγάτηρ , πάντα ἐπιτελέουσα τὰ ὑπεδέξατο τῷ πατρί , ἐπείτε αὐτῆς μέρος ἐγίνετο τῆς ἀπίξιος παρὰ τὸν Μάγον ʹἐν περιτροπῇ γὰρ δὴ αἱ γυναῖκες φοιτέουσι τοῖσι Πέρσῃσἰ , ἐλθοῦσα παρ’ αὐτὸν ηὗδε , ὑπνωμένου δὲ καρτερῶς τοῦ Μάγου ἤφασε τὰ ὦτα . μαθοῦσα δὲ οὐ χαλεπῶς ἀλλ’ εὐπετέως οὐκ ἔχοντα τὸν ἄνδρα ὦτα , ὡς ἡμέρη τάχιστα ἐγεγόνεε , πέμψασα ἐσήμηνε τῷ πατρὶ τὰ γενόμενα .