3.68 οὗτος Ὀτάνης πρῶτος ὑπώπτευσε τὸν Μάγον ὡς οὐκ εἴη Κύρου Σμέρδις ἀλλ’ ὅς περ ἦν , τῇδε συμβαλόμενος , ὅτι τε οὐκ ἐξεφοίτα ἐκ τῆς ἀκροπόλιος καὶ ὅτι οὐκ ἐκάλεε ἐς ὄψιν ἑωυτῷ οὐδένα τῶν λογίμων Περσέων · ὑποπτεύσας δέ μιν ἐποίεε τάδε . ἔσχε αὐτοῦ Καμβύσης θυγατέρα , τῇ οὔνομα ἦν Φαιδύμη · τὴν αὐτὴν δὴ ταύτην εἶχε τότε Μάγος καὶ ταύτῃ τε συνοίκεε καὶ τῇσι ἄλλῃσι πάσῃσι τῇσι τοῦ Καμβύσεω γυναιξί . πέμπων δὴ ὦν Ὀτάνης παρὰ ταύτην τὴν θυγατέρα ἐπυνθάνετο παρ’ ὅτεῳ ἀνθρώπων κοιμῷτο , εἴτε μετὰ Σμέρδιος τοῦ Κύρου εἴτε μετὰ ἄλλου τευ . δέ οἱ ἀντέπεμπε φαμένη οὐ γινώσκειν · οὔτε γὰρ τὸν Κύρου Σμέρδιν ἰδέσθαι οὐδαμὰ οὔτε ὅστις εἴη συνοικέων αὐτῇ εἰδέναι . ἔπεμπε δεύτερα Ὀτάνης λέγων ʹ εἰ μὴ αὐτὴ Σμέρδιν τὸν Κύρου γινώσκεις , σὺ δὲ παρὰ Ἀτόσσης πύθευ ὅτεῳ τούτῳ συνοικέει αὐτή τε ἐκείνη καὶ σύ · πάντως γὰρ δή κου τόν γε ἑωυτῆς ἀδελφεὸν γινώσκει . ʹ ἀντιπέμπει πρὸς ταῦτα θυγάτηρ ʹ οὔτε Ἀτόσσῃ δύναμαι ἐς λόγους ἐλθεῖν οὔτε ἄλλην οὐδεμίαν ἰδέσθαι τῶν συγκατημενέων γυναικῶν . ἐπείτε γὰρ τάχιστα οὗτος ὥνθρωπος , ὅστις κοτὲ ἐστί , παρέλαβε τὴν βασιληίην , διέσπειρε ἡμέας ἄλλην ἄλλῃ τάξας . ʹ
3.69 ἀκούοντι δὲ ταῦτα τῷ Ὀτάνῃ μᾶλλον κατεφαίνετο τὸ πρῆγμα . τρίτην δὲ ἀγγελίην ἐσπέμπει παρ’ αὐτὴν λέγουσαν ταῦτα .