3.62 δὲ εἶπε ʹ δέσποτα , οὐκ ἔστι ταῦτα ἀληθέα , ὅκως κοτὲ σοὶ Σμέρδις ἀδελφεὸς σὸς ἐπανέστηκε , οὐδὲ ὅκως τι ἐξ ἐκείνου τοῦ ἀνδρὸς νεῖκός τοι ἔσται μέγα σμικρόν · ἐγὼ γὰρ αὐτός , ποιήσας τὰ σύ με ἐκέλευες , ἔθαψά μιν χερσὶ τῇσι ἐμεωυτοῦ . εἰ μέν νυν οἱ τεθνεῶτες ἀνεστᾶσι , προσδέκεό τοι καὶ Ἀστυάγεα τὸν Μῆδον ἐπαναστήσεσθαι · εἰ δ’ ἔστι ὥσπερ πρὸ τοῦ , οὐ μή τί τοι ἔκ γε ἐκείνου νεώτερον ἀναβλάστῃ . νῦν ὦν μοι δοκέει μεταδιώξαντας τὸν κήρυκα ἐξετάζειν εἰρωτεῦντας παρ’ ὅτευ ἥκων προαγορεύει ἡμῖν Σμέρδιος βασιλέος ἀκούειν . ʹ
3.63 ταῦτα εἴπαντος Πρηξάσπεος , ἤρεσε γὰρ Καμβύσῃ , αὐτίκα μεταδίωκτος γενόμενος κῆρυξ ἧκε · ἀπιγμένον δέ μιν εἴρετο Πρηξάσπης τάδε . ʹ ὤνθρωπε , φὴς γὰρ ἥκειν παρὰ Σμέρδιος τοῦ Κύρου ἄγγελος · νῦν ὦν εἴπας τὴν ἀληθείην ἄπιθι χαίρων , κότερα αὐτός τοι Σμέρδις φαινόμενος ἐς ὄψιν ἐνετέλλετο ταῦτα τῶν τις ἐκείνου ὑπηρετέων . ʹ ὅδὲ εἶπε ʹ ἐγὼ Σμέρδιν μὲν τὸν Κύρου , ἐξ ὅτευ βασιλεὺς Καμβύσης ἤλασε ἐς Αἴγυπτον , οὔκω ὄπωπα · δέ μοι Μάγος τὸν Καμβύσης ἐπίτροπον τῶν οἰκίων ἀπέδεξε , οὗτος ταῦτα ἐνετείλατο , φὰς Σμέρδιν τὸν Κύρου εἶναι τὸν ταῦτα ἐπιθέμενον εἶπαι πρὸς ὑμέας . ʹ