3.63 μὲν δή σφι ἔλεγε οὐδὲν ἐπικατεψευσμένος , Καμβύσης δὲ εἶπε ʹ Πρήξασπες , σὺ μὲν οἷα ἀνὴρ ἀγαθὸς ποιήσας τὸ κελευόμενον αἰτίην ἐκπέφευγας · ἐμοὶ δὲ τίς ἂν εἴη Περσέων ἐπανεστεὼς ἐπιβατεύων τοῦ Σμέρδιος οὐνόματος ; ʹ δὲ εἶπε ʹ ἐγώ μοι δοκέω συνιέναι τὸ γεγονὸς τοῦτο , βασιλεῦ · οἱ Μάγοι εἰσί τοι οἱ ἐπανεστεῶτες , τόν τε ἔλιπες μελεδωνὸν τῶν οἰκίων , Πατιζείθης , καὶ τούτου ἀδελφεὸς Σμέρδις . ʹ
3.64 ἐνθαῦτα ἀκούσαντα Καμβύσεα τὸ Σμέρδιος οὔνομα ἔτυψε ἀληθείη τῶν τε λόγων καὶ τοῦ ἐνυπνίου · ὃς ἐδόκεε ἐν τῷ ὕπνῳ ἀπαγγεῖλαι τινά οἱ ὡς Σμέρδις ἱζόμενος ἐς τὸν βασιλήιον θρόνον ψαύσειε τῇ κεφαλῇ τοῦ οὐρανοῦ . μαθὼν δὲ ὡς μάτην ἀπολωλεκὼς εἴη τὸν ἀδελφεόν , ἀπέκλαιε Σμέρδιν · ἀποκλαύσας δὲ καὶ περιημεκτήσας τῇ ἁπάσῃ συμφορῇ ἀναθρώσκει ἐπὶ τὸν ἵππον , ἐν νόῳ ἔχων τὴν ταχίστην ἐς Σοῦσα στρατεύεσθαι ἐπὶ τὸν Μάγον . καί οἱ ἀναθρώσκοντι ἐπὶ τὸν ἵππον τοῦ κολεοῦ τοῦ ξίφεος μύκης ἀποπίπτει , γυμνωθὲν δὲ τὸ ξίφος παίει τὸν μηρόν · τρωματισθεὶς δὲ κατὰ τοῦτο τῇ αὐτὸς πρότερον τὸν τῶν Αἰγυπτίων θεὸν Ἆπιν ἔπληξε , ὥς οἱ καιρίῃ ἔδοξε τετύφθαι , εἴρετο Καμβύσης τι τῇ πόλι οὔνομα εἴη · οἳ δὲ εἶπαν ὅτι Ἀγβάτανα .