3.61 Καμβύσῃ δὲ τῷ Κύρου χρονίζοντι περὶ Αἴγυπτον καὶ παραφρονήσαντι ἐπανιστέαται ἄνδρες Μάγοι δύο ἀδελφεοί , τῶν τὸν ἕτερον καταλελοίπεε τῶν οἰκίων μελεδωνὸν Καμβύσης . οὗτος δὴ ὦν οἱ ἐπανέστη μαθών τε τὸν Σμέρδιος θάνατον ὡς κρύπτοιτο γενόμενος , καὶ ὡς ὀλίγοι εἴησαν οἱ ἐπιστάμενοι αὐτὸν Περσέων , οἱ δὲ πολλοὶ περιεόντα μιν εἰδείησαν . πρὸς ταῦτα βουλεύσας τάδε ἐπεχείρησε τοῖσι βασιληίοισι . ἦν οἱ ἀδελφεός , τὸν εἶπά οἱ συνεπαναστῆναι , οἰκὼς μάλιστα τὸ εἶδος Σμέρδι τῷ Κύρου , τὸν Καμβύσης ἐόντα ἑωυτοῦ ἀδελφεὸν ἀπέκτεινε · ἦν τε δὴ ὅμοιος εἶδος τῷ Σμέρδι καὶ δὴ καὶ οὔνομα τὠυτὸ εἶχε Σμέρδιν . τοῦτον τὸν ἄνδρα ἀναγνώσας Μάγος Πατιζείθης ὥς οἱ αὐτὸς πάντα διαπρήξει , εἷσε ἄγων ἐς τὸν βασιλήιον θρόνον . ποιήσας δὲ τοῦτο κήρυκας τῇ τε ἄλλῃ διέπεμπε καὶ δὴ καὶ ἐς Αἴγυπτον προερέοντα τῷ στρατῷ ὡς Σμέρδιος τοῦ Κύρου ἀκουστέα εἴη τοῦ λοιποῦ ἀλλ’ οὐ Καμβύσεω .
3.62 οἵ τε δὴ ὦν ἄλλοι κήρυκες προηγόρευον ταῦτα καὶ δὴ καὶ ἐπ’ Αἴγυπτον ταχθείς , εὕρισκε γὰρ Καμβύσεα καὶ τὸν στρατὸν ἐόντα τῆς Συρίης ἐν Ἀγβατάνοισι , προηγόρευε στὰς ἐς μέσον τὰ ἐντεταλμένα ἐκ τοῦ Μάγου . Καμβύσης δὲ ἀκούσας ταῦτα ἐκ τοῦ κήρυκος καὶ ἐλπίσας μιν λέγειν ἀληθέα αὐτός τε προδεδόσθαι ἐκ Πρηξάσπεος ʹπεμφθέντα γὰρ αὐτὸν ὡς ἀποκτενέοντα Σμέρδιν οὐ ποιῆσαι ταῦτἀ , βλέψας ἐς τὸν Πρηξάσπεα εἶπε ʹ Πρήξασπες , οὕτω μοι διεπρήξαο τό τοι προσέθηκα πρῆγμα ; ʹ