3.59 ἔμειναν δ’ ἐν ταύτῃ καὶ εὐδαιμόνησαν ἐπ’ ἔτεα πέντε , ὥστε τὰ ἱρὰ τὰ ἐν Κυδωνίῃ ἐόντα νῦν οὗτοι εἰσὶ οἱ ποιήσαντες [ καὶ τὸν τῆς Δικτύνης νηόν ] . ἕκτῳ δὲ ἔτεϊ Αἰγινῆται αὐτοὺς ναυμαχίῃ νικήσαντες ἠνδραποδίσαντο μετὰ Κρητῶν , καὶ τῶν νεῶν καπρίους ἐχουσέων τὰς πρῴρας ἠκρωτηρίασαν καὶ ἀνέθεσαν ἐς τὸ ἱρὸν τῆς Ἀθηναίης ἐν Αἰγίνῃ . ταῦτα δὲ ἐποίησαν ἔγκοτον ἔχοντες Σαμίοισι Αἰγινῆται · πρότεροι γὰρ Σάμιοι ἐπ’ Ἀμφικράτεος βασιλεύοντος ἐν Σάμῳ στρατευσάμενοι ἐπ’ Αἴγιναν μεγάλα κακὰ ἐποίησαν Αἰγινήτας καὶ ἔπαθον ὑπ’ ἐκείνων . μὲν αἰτίη αὕτη .
3.60 ἐμήκυνα δὲ περὶ Σαμίων μᾶλλον , ὅτι σφι τρία ἐστὶ μέγιστα ἁπάντων Ἑλλήνων ἐξεργασμένα , ὄρεός τε ὑψηλοῦ ἐς πεντήκοντα καὶ ἑκατὸν ὀργυιάς , τούτου ὄρυγμα κάτωθεν ἀρξάμενον , ἀμφίστομον . τὸ μὲν μῆκος τοῦ ὀρύγματος ἑπτὰ στάδιοι εἰσί , τὸ δὲ ὕψος καὶ εὖρος ὀκτὼ ἑκάτερον πόδες . διὰ παντὸς δὲ αὐτοῦ ἄλλο ὄρυγμα εἰκοσίπηχυ βάθος ὀρώρυκται , τρίπουν δὲ τὸ εὖρος , δι’ οὗ τὸ ὕδωρ ὀχετευόμενον διὰ τῶν σωλήνων παραγίνεται ἐς τὴν πόλιν ἀγόμενον ἀπὸ μεγάλης πηγῆς . ἀρχιτέκτων δὲ τοῦ ὀρύγματος τούτου ἐγένετο Μεγαρεὺς Εὐπαλῖνος Ναυστρόφου . τοῦτο μὲν δὴ ἓν τῶν τριῶν ἐστι , δεύτερον δὲ περὶ λιμένα χῶμα ἐν θαλάσσῃ , βάθος καὶ εἴκοσι ὀργυιέων · μῆκος δὲ τοῦ χώματος μέζον δύο σταδίων . τρίτον δέ σφι ἐξέργασται νηὸς μέγιστος πάντων νηῶν τῶν ἡμεῖς ἴδμεν · τοῦ ἀρχιτέκτων πρῶτος ἐγένετο Ῥοῖκος Φιλέω ἐπιχώριος . τούτων εἵνεκεν μᾶλλόν τι περὶ Σαμίων ἐμήκυνα .