3.57 ὅτε ὦν ἐποιεῦντο τὸν θησαυρόν , ἐχρέωντο τῷ χρηστηρίῳ εἰ αὐτοῖσι τὰ παρεόντα ἀγαθὰ οἷά τε ἐστὶ πολλὸν χρόνον παραμένειν · δὲ Πυθίη ἔχρησέ σφι τάδε . ʹ ἀλλ’ ὅταν ἐν Σίφνῳ πρυτανήια λευκὰ γένηται | λεύκοφρύς τ’ ἀγορή , τότε δὴ δεῖ φράδμονος ἀνδρός | φράσσασθαι ξύλινόν τε λόχον κήρυκά τ’ ἐρυθρόν . ʹ τοῖσι δὲ Σιφνίοισι ἦν τότε ἀγορὴ καὶ τὸ πρυτανήιον Παρίῳ λίθῳ ἠσκημένα .
3.58 τοῦτον τὸν χρησμὸν οὐκ οἷοί τε ἦσαν γνῶναι οὔτε τότε εὐθὺς οὔτε τῶν Σαμίων ἀπιγμένων . ἐπείτε γὰρ τάχιστα πρὸς τὴν Σίφνον προσῖσχον οἱ Σάμιοι , ἔπεμπον τῶν νεῶν μίαν πρέσβεας ἄγουσαν ἐς τὴν πόλιν . τὸ δὲ παλαιὸν ἅπασαι αἱ νέες ἦσαν μιλτηλιφέες , καὶ ἦν τοῦτο τὸ Πυθίη προηγόρευε τοῖσι Σιφνίοισι , φυλάξασθαι τὸν ξύλινον λόχον κελεύουσα καὶ κήρυκα ἐρυθρόν . ἀπικόμενοι ὦν οἱ ἄγγελοι ἐδέοντο τῶν Σιφνίων δέκα τάλαντά σφι χρῆσαι · οὐ φασκόντων δὲ χρήσειν τῶν Σιφνίων αὐτοῖσι , οἱ Σάμιοι τοὺς χώρους αὐτῶν ἐπόρθεον . πυθόμενοι δὲ εὐθὺς ἧκον οἱ Σίφνιοι βοηθέοντες καὶ συμβαλόντες αὐτοῖσι ἑσσώθησαν , καὶ αὐτῶν πολλοὶ ἀπεκληίσθησαν τοῦ ἄστεος ὑπὸ τῶν Σαμίων , καὶ αὐτοὺς μετὰ ταῦτα ἑκατὸν τάλαντα ἔπρηξαν .
3.59 παρὰ δὲ Ἑρμιονέων νῆσον ἀντὶ χρημάτων παρέλαβον Ὑδρέην τὴν ἐπὶ Πελοποννήσῳ καὶ αὐτὴν Τροιζηνίοισι παρακατέθεντο · αὐτοὶ δὲ Κυδωνίην τὴν ἐν Κρήτῃ ἔκτισαν , οὐκ ἐπὶ τοῦτο πλέοντες ἀλλὰ Ζακυνθίους ἐξελῶντες ἐκ τῆς νήσου .