3.52 σὺ δὲ μαθὼν ὅσῳ φθονέεσθαι κρέσσον ἐστὶ οἰκτείρεσθαι , ἅμα τε ὁκοῖόν τι ἐς τοὺς τοκέας καὶ ἐς τοὺς κρέσσονας τεθυμῶσθαι , ἄπιθι ἐς τὰ οἰκία . ʹ Περίανδρος μὲν τούτοισι αὐτὸν κατελάμβανε · δὲ ἄλλο μὲν οὐδὲν ἀμείβεται τὸν πατέρα , ἔφη δέ μιν ἱρὴν ζημίην ὀφείλειν τῷ θεῷ ἑωυτῷ ἐς λόγους ἀπικόμενον . μαθὼν δὲ Περίανδρος ὡς ἄπορόν τι τὸ κακὸν εἴη τοῦ παιδὸς καὶ ἀνίκητον , ἐξ ὀφθαλμῶν μιν ἀποπέμπεται στείλας πλοῖον ἐς Κέρκυραν · ἐπεκράτεε γὰρ καὶ ταύτης · ἀποστείλας δὲ τοῦτον Περίανδρος ἐστρατεύετο ἐπὶ τὸν πενθερὸν Προκλέα ὡς τῶν παρεόντων οἱ πρηγμάτων ἐόντα αἰτιώτατον , καὶ εἷλε μὲν τὴν Ἐπίδαυρον , εἷλε δὲ αὐτὸν Προκλέα καὶ ἐζώγρησε .
3.53 ἐπεὶ δὲ τοῦ χρόνου προβαίνοντος τε Περίανδρος παρηβήκεε καὶ συνεγινώσκετο ἑωυτῷ οὐκέτι εἶναι δυνατὸς τὰ πρήγματα ἐπορᾶν τε καὶ διέπειν , πέμψας ἐς τὴν Κέρκυραν ἀπεκάλεε τὸν Λυκόφρονα ἐπὶ τὴν τυραννίδα · ἐν γὰρ δὴ τῷ πρεσβυτέρῳ τῶν παίδων οὔκων ἐνώρα , ἀλλά οἱ κατεφαίνετο εἶναι νωθέστερος . δὲ Λυκόφρων οὐδὲ ἀνακρίσιος ἠξίωσε τὸν φέροντα τὴν ἀγγελίην . Περίανδρος δὲ περιεχόμενος τοῦ νεηνίεω δεύτερα ἀπέστειλε ἐπ’ αὐτὸν τὴν ἀδελφεήν , ἑωυτοῦ δὲ θυγατέρα , δοκέων μιν μάλιστα ταύτῃ ἂν πείθεσθαι . ἀπικομένης δὲ ταύτης καὶ λεγούσης , ʹ παῖ , βούλεαι τήν τε τυραννίδα ἐς ἄλλους πεσεῖν καὶ τὸν οἶκον τοῦ πατρὸς διαφορηθέντα μᾶλλον αὐτός σφεα ἀπελθὼν ἔχειν ; ἄπιθι ἐς τὰ οἰκία , παῦσαι σεωυτὸν ζημιῶν .