3.53 φιλοτιμίη κτῆμα σκαιόν . μὴ τῷ κακῷ τὸ κακὸν ἰῶ . πολλοὶ τῶν δικαίων τὰ ἐπιεικέστερα προτιθεῖσι , πολλοὶ δὲ ἤδη τὰ μητρώια διζήμενοι τὰ πατρώια ἀπέβαλον . τυραννὶς χρῆμα σφαλερόν , πολλοὶ δὲ αὐτῆς ἐρασταί εἰσι , δὲ γέρων τε ἤδη καὶ παρηβηκώς · μὴ δῷς τὰ σεωυτοῦ ἀγαθὰ ἄλλοισι . ʹ μὲν δὴ τὰ ἐπαγωγότατα διδαχθεῖσα ὑπὸ τοῦ πατρὸς ἔλεγε πρὸς αὐτόν · δὲ ὑποκρινάμενος ἔφη οὐδαμὰ ἥξειν ἐς Κόρινθον , ἔστ’ ἂν πυνθάνηται περιεόντα τὸν πατέρα . ἀπαγγειλάσης δὲ ταύτης ταῦτα , τὸ τρίτον Περίανδρος κήρυκα πέμπει βουλόμενος αὐτὸς μὲν ἐς Κέρκυραν ἥκειν , ἐκεῖνον δὲ ἐκέλευε ἐς Κόρινθον ἀπικόμενον διάδοχον γίνεσθαι τῆς τυραννίδος . καταινέσαντος δὲ ἐπὶ τούτοισι τοῦ παιδός , μὲν Περίανδρος ἐστέλλετο ἐς τὴν Κέρκυραν , δὲ παῖς οἱ ἐς τὴν Κόρινθον . μαθόντες δὲ οἱ Κερκυραῖοι τούτων ἕκαστα , ἵνα μή σφι Περίἀνδρός ἐς τὴν χώρην ἀπίκηται , κτείνουσι τὸν νεηνίσκον . ἀντὶ τούτων μὲν Περίανδρος Κερκυραίους ἐτιμωρέετο .
3.54 Λακεδαιμόνιοι δὲ στόλῳ μεγάλῳ ὡς ἀπίκοντο , ἐπολιόρκεον Σάμον · προσβαλόντες δὲ πρὸς τὸ τεῖχος τοῦ μὲν πρὸς θαλάσσῃ ἑστεῶτος πύργου κατὰ τὸ προάστειον τῆς πόλιος ἐπέβησαν , μετὰ δὲ αὐτοῦ βοηθήσαντος Πολυκράτεος χειρὶ πολλῇ ἀπηλάσθησαν . κατὰ δὲ τὸν ἐπάνω πύργον τὸν ἐπὶ τῆς ῥάχιος τοῦ ὄρεος ἐπεόντα ἐπεξῆλθον οἵ τε ἐπίκουροι καὶ αὐτῶν Σαμίων συχνοί , δεξάμενοι δὲ τοὺς Λακεδαιμονίους ἐπ’ ὀλίγον χρόνον ἔφευγον ὀπίσω , οἳ δὲ ἐπισπόμενοι ἔκτεινον .