3.51 Περίανδρος δὲ νόῳ λαβὼν [ καὶ τοῦτο ] καὶ μαλακὸν ἐνδιδόναι βουλόμενος οὐδέν , τῇ ἐξελασθεὶς ὑπ’ αὐτοῦ παῖς δίαιταν ἐποιέετο , ἐς τούτους πέμπων ἄγγελον ἀπηγόρευε μή μιν δέκεσθαι οἰκίοισι . δὲ ὅκως ἀπελαυνόμενος ἔλθοι ἐς ἄλλην οἰκίην , ἀπηλαύνετ’ ἂν καὶ ἀπὸ ταύτης , ἀπειλέοντός τε τοῦ Περίανδρου τοῖσι δεξαμένοισι καὶ ἐξέργειν κελεύοντος · ἀπελαυνόμενος δ’ ἂν ἤιε ἐπ’ ἑτέρην τῶν ἑταίρων · οἳ δὲ ἅτε Περιάνδρου ἐόντα παῖδα καίπερ δειμαίνοντες ὅμως ἐδέκοντο .
3.52 τέλος δὲ Περίανδρος κήρυγμα ἐποιήσατο , ὃς ἂν οἰκίοισι ὑποδέξηταί μιν προσδιαλεχθῇ , ἱρὴν ζημίην τοῦτον τῷ Ἀπόλλωνι ὀφείλειν , ὅσην δὴ εἴπας . πρὸς ὦν δὴ τοῦτο τὸ κήρυγμα οὔτε τίς οἱ διαλέγεσθαι οὔτε οἰκίοισι δέκεσθαι ἤθελε · πρὸς δὲ οὐδὲ αὐτὸς ἐκεῖνος ἐδικαίου πειρᾶσθαι ἀπειρημένου , ἀλλὰ διακαρτερέων ἐν τῇσι στοῇσι ἐκαλινδέετο . τετάρτῃ δὲ ἡμέρῃ ἰδών μιν Περίανδρος ἀλουσίῃσί τε καὶ ἀσιτίῃσι συμπεπτωκότα οἴκτειρε · ὑπεὶς δὲ τῆς ὀργῆς ἤιε ἆσσον καὶ ἔλεγε ʹ παῖ , κότερα τούτων αἱρετώτερα ἐστί , ταῦτα τὸ νῦν ἔχων πρήσσεις , τὴν τυραννίδα καὶ τὰ ἀγαθὰ τὰ νῦν ἐγὼ ἔχω , ταῦτα ἐόντα τῷ πατρὶ ἐπιτήδεον παραλαμβάνειν , ὃς ἐὼν ἐμός τε παῖς καὶ Κορίνθου τῆς εὐδαίμονος βασιλεὺς ἀλήτην βίον εἵλευ , ἀντιστατέων τε καὶ ὀργῇ χρεώμενος ἐς τόν σε ἥκιστα ἐχρῆν . εἰ γάρ τις συμφορὴ ἐν αὐτοῖσι γέγονε , ἐξ ἧς ὑποψίην ἐς ἐμὲ ἔχεις , ἐμοί τε αὕτη γέγονε καὶ ἐγὼ αὐτῆς τὸ πλεῦν μέτοχος εἰμί , ὅσῳ αὐτός σφεα ἐξεργασάμην .