3.49 τούτων ὦν εἵνεκεν ἀπεμνησικάκεον τοῖσι Σαμίοισι οἱ Κορίνθιοι . ἀπέπεμπε δὲ ἐς Σάρδις ἐπ’ ἐκτομῇ Περίανδρος τῶν πρώτων Κερκυραίων ἐπιλέξας τοὺς παῖδας τιμωρεύμενος · πρότεροι γὰρ οἱ Κερκυραῖοι ἦρξαν ἐς αὐτὸν πρῆγμα ἀτάσθαλον ποιήσαντες .
3.50 ἐπείτε γὰρ τὴν ἑωυτοῦ γυναῖκα Μέλισσαν Περίανδρος ἀπέκτεινε , συμφορὴν τοιήνδε οἱ ἄλλην συνέβη πρὸς τῇ γεγονυίῃ γενέσθαι . ἦσάν οἱ ἐκ Μελίσσης δύο παῖδες , ἡλικίην μὲν ἑπτακαίδεκα δὲ ὀκτωκαίδεκα ἔτεα γεγονώς . τούτους μητροπάτωρ Προκλέης ἐὼν Ἐπιδαύρου τύραννος μεταπεμψάμενος παρ’ ἑωυτὸν ἐφιλοφρονέετο , ὡς οἰκὸς ἦν θυγατρὸς ἐόντας τῆς ἑωυτοῦ παῖδας . ἐπείτε δὲ σφέας ἀπεπέμπετο , εἶπε προπέμπων αὐτούς ʹ ἆρα ἴστε , παῖδες , ὃς ὑμέων τὴν μητέρα ἀπέκτεινε ; ʹ τοῦτο τὸ ἔπος μὲν πρεσβύτερος αὐτῶν ἐν οὐδενὶ λόγῳ ἐποιήσατο · δὲ νεώτερος , τῷ οὔνομα ἦν Λυκόφρων , ἤλγησε ἀκούσας οὕτω ὥστε ἀπικόμενος ἐς τὴν Κόρινθον ἅτε φονέα τῆς μητρὸς τὸν πατέρα οὔτε προσεῖπε , διαλεγομένῳ τε οὔτε προσδιελέγετο ἱστορέοντί τε λόγον οὐδένα ἐδίδου . τέλος δέ μιν περιθύμως ἔχων Περίανδρος ἐξελαύνει ἐκ τῶν οἰκίων .
3.51 ἐξελάσας δὲ τοῦτον ἱστόρεε τὸν πρεσβύτερον τά σφι μητροπάτωρ διελέχθη . δέ οἱ ἀπηγέετο ὡς σφέας φιλοφρόνως ἐδέξατο · ἐκείνου δὲ τοῦ ἔπεος τό σφι Προκλέης ἀποστέλλων εἶπε , ἅτε οὐ νόῳ λαβών , οὐκ ἐμέμνητο . Περίανδρος δὲ οὐδεμίαν μηχανὴν ἔφη εἶναι μὴ οὔ σφι ἐκεῖνον ὑποθέσθαι τι , ἐλιπάρεέ τε ἱστορέων · δὲ ἀναμνησθεὶς εἶπε καὶ τοῦτο .