3.44 ἐπὶ τοῦτον δὴ ὦν τὸν Πολυκράτεα εὐτυχέοντα τὰ πάντα ἐστρατεύοντο Λακεδαιμόνιοι , ἐπικαλεσαμένων τῶν μετὰ ταῦτα Κυδωνίην τὴν ἐν Κρήτῃ κτισάντων Σαμίων . πέμψας δὲ κήρυκα λάθρῃ Σαμίων Πολυκράτης παρὰ Καμβύσεα τὸν Κύρου συλλέγοντα στρατὸν ἐπ’ Αἴγυπτον , ἐδεήθη ὅκως ἂν καὶ παρ’ ἑωυτὸν πέμψας ἐς Σάμον δέοιτο στρατοῦ . Καμβύσης δὲ ἀκούσας τούτων προθύμως ἔπεμψε ἐς Σάμον δεόμενος Πολυκράτεος στρατὸν ναυτικὸν ἅμα πέμψαι ἑωυτῷ ἐπ’ Αἴγυπτον . δὲ ἐπιλέξας τῶν ἀστῶν τοὺς ὑπώπτευε μάλιστα ἐς ἐπανάστασιν ἀπέπεμπε τεσσεράκοντα τριήρεσι , ἐντειλάμενος Καμβύσῃ ὀπίσω τούτους μὴ ἀποπέμπειν .
3.45 οἳ μὲν δὴ λέγουσι τοὺς ἀποπεμφθέντας Σαμίων ὑπὸ Πολυκράτεος οὐκ ἀπικέσθαι ἐς Αἴγυπτον , ἀλλ’ ἐπείτε ἐγένοντο ἐν Καρπάθῳ πλέοντες , δοῦναι σφίσι λόγον , καί σφι ἁδεῖν τὸ προσωτέρω μηκέτι πλέειν · οἳ δὲ λέγουσι ἀπικομένους τε ἐς Αἴγυπτον καὶ φυλασσομένους ἐνθεῦτεν αὐτοὺς ἀποδρῆναι . καταπλέουσι δὲ ἐς τὴν Σάμον Πολυκράτης νηυσὶ ἀντιάσας ἐς μάχην κατέστη · νικήσαντες δὲ οἱ κατιόντες ἀπέβησαν ἐς τὴν νῆσον , πεζομαχήσαντες δὲ ἐν αὐτῇ ἑσσώθησαν , καὶ οὕτω δὴ ἔπλεον ἐς Λακεδαίμονα . εἰσὶ δὲ οἳ λέγουσι τοὺς ἀπ’ Αἰγύπτου νικῆσαι Πολυκράτεα , λέγοντες ἐμοὶ δοκέειν οὐκ ὀρθῶς · οὐδὲν γὰρ ἔδει σφέας Λακεδαιμονίους ἐπικαλέεσθαι , εἴ περ αὐτοὶ ἦσαν ἱκανοὶ Πολυκράτεα παραστήσασθαι . πρὸς δὲ τούτοισι οὐδὲ λόγος αἱρέει , τῷ ἐπίκουροί τε μισθωτοὶ καὶ τοξόται οἰκήιοι ἦσαν πλήθεϊ πολλοί , τοῦτον ὑπὸ τῶν κατιόντων Σαμίων ἐόντων ὀλίγων ἑσσωθῆναι .